Comparison of Lycurgus and Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῇ δὲ ἄλλῃ τῶν παρθένων ἀγωγῇ καὶ τὰ περὶ τὰς ἐκδόσεις ὁμολογεῖ, τοῦ μὲν Λυκούργου πεπείρους καὶ ὀργώσας νυμφεύοντος, ὅπως ἥ τε ὁμιλία, δεομένης ἤδη τῆς φύσεως, χάριτος ᾖ καὶ φιλίας ἀρχὴ μᾶλλον ἢ μίσους καὶ φόβου παρὰ φύσιν βιαζομένων καὶ τὰ σώματα ῥώμην ἔχῃ πρός τὸ τὰς κυήσεις ἀναφέρειν καὶ τὰς ὠδῖνας, ὡς ἐπʼ οὐδέν ἄλλο γαμουμένων ἢ τὸ τῆς τεκνώσεως ἔργον, τῶν δὲ Ῥωμαίων δωδεκαετεῖς καὶ νεωτέρας ἐκδιδόντων οὕτω γὰρ ἂν μάλιστα καὶ τὸ σῶμα καὶ τὸ ἦθος καθαρὸν καὶ ἄθικτον ἐπὶ τῷ γαμοῦντι γίνεσθαι.

δῆλον οὖν ὅτι τὸ μὲν

p.396
φυσικώτερον πρὸς τέκνωσιν, τὸ δὲ ἠθικώτερον πρός συμβίωσιν.

ἀλλὰ μὴν ἐπιστασίαις τε παίδων καὶ συναγελασμοῖς καὶ παιδαγωγίαις καὶ κοινωνίαις, περί τε δεῖπνα καὶ γυμνάσια καὶ παιδιὰς αὐτῶν ἐμμελείαις καὶ διακοσμήσεσιν, οὐδέν τι τοῦ προστυχόντος νομοθέτου βελτίονα τὸν Νομᾶν ὁ Λυκοῦργος ἀποδείκνυσιν, ἐπὶ ταῖς τῶν πατέρων ποιησάμενον ἐπιθυμίαις ἢ χρείαις τὰς τῶν νέων ἀγωγάς,

εἴτε τις ἐργάτην γῆς βούλοιτο ποιεῖν τὸν υἱὸν εἴτε ναυπηγὸν ἢ χαλκέα διδάσκειν ἢ αὐλητήν, ὥσπερ οὐ πρός ἓν τέλος ὀφείλοντας ἐξ ἀρχῆς ἄγεσθαι καὶ συνεπιστρέφεσθαι τοῖς ἤθεσιν, ἀλλʼ οἷον εἰς ναῦν ἐπιβάτας ἕτερον ἐξ ἑτέρας ἥκοντα χρείας καὶ προαιρέσεως ἐν τοῖς κινδύνοις μόνον φόβῳ τοῦ ἰδίου συνίστασθαι πρός τὸ κοινόν, ἄλλως δὲ τὸ καθʼ αὑτὸν σκοπεῖν ἕκαστον.

καὶ τοῖς μὲν πολλοῖς οὐκ ἄξιον ἐγκαλεῖν νομοθέταις ἐλλείπουσιν ἢ διʼ ἄγνοιαν ἢ διʼ ἀσθένειαν ἀνδρὶ δὲ σοφῷ βασιλείαν παραλαβόντι δήμου νεωστὶ συνισταμένου καὶ πρός μηδὲν ἀντιτείνοντος, περὶ τί πρῶτον[*](πρῶτον Bekker corrects to πρότερον. ) ἦν σπουδάσαι προσῆκον ἢ παίδων ἐκτροφὴν καὶ νέων ἄσκησιν, ὅπως μὴ διάφοροι μηδὲ ταραχώδεις γένοιντο τοῖς ἤθεσιν, ἀλλʼ εἰς ἕν τι

paris.1624.78
κοινὸν ἀρετῆς ἴχνος εὐθὺς ἐξ ἀρχῆς πλαττόμενοι καὶ τυπούμενοι συμβαίνοιεν ἀλλήλοις;

ὃ δὴ πρός τε τὰ ἄλλα καὶ σωτηρίαν νόμων ὠφέλησε τὸν Λυκοῦργον. μικρὸς γὰρ ἦν ὁ τῶν ὅρκων φόβος, εἰ

p.398
μὴ διὰ τῆς παιδείας καὶ τῆς ἀγωγῆς οἷον ἀνέδευσε[*](ἀνέδευσε Bekker adopts Reiske’s correction to ἐνέδευσε. ) τοῖς ἤθεσι τῶν παίδων τοὺς νόμους, καὶ συνῳκείωσε τῇ τροφῇ τὸν ζῆλον τῆς πολιτείας, ὥστε πεντακοσίων ἐτῶν πλείω χρόνον τὰ κυριώτατα καὶ μέγιστα διαμεῖναι τῆς νομοθεσίας, ὥσπερ βαφῆς ἀκράτου καὶ ἰσχυρῶς καθαψαμένης.

Νομᾷ δὲ ὅπερ ἦν τέλος τῆς πολιτείας, ἐν εἰρήνῃ καὶ φιλίᾳ τὴν Ῥώμην ὑπάρχειν, εὐθὺς συνεξέλιπε· καὶ μετὰ τὴν τελευτὴν ἐκείνου τὸν ἀμφίθυρον οἶκον, ὃν κεκλεισμένον αὐτὸς συνεῖχεν, ὥσπερ ὄντως ἐν αὐτῷ τιθασεύων καθειργμένον τὸν πόλεμον, ἐξ ἀμφοτέρων ἀναπετάσαντες αἵματος καὶ νεκρῶν τὴν Ἰταλίαν ἐνέπλησαν· καὶ οὐδὲ ὀλίγον χρόνον ἡ καλλίστη καὶ δικαιοτάτη κατάστασις ἔμεινεν, ἅτε δὴ καὶ τὸ συνδετικὸν ἐν αὑτῇ, τὴν παιδείαν, οὐκ ἔχουσα.

τί οὖν, φήσει τις, οὐκ ἐπὶ τὸ βέλτιον ἡ Ῥώμη προῆλθε τοῖς πολεμικοῖς; ἐρωτῶν ἐρώτημα μακρᾶς ἀποκρίσεως δεόμενον πρός ἀνθρώπους τὸ βέλτιον ἐν πλούτῳ καὶ τρυφῇ καὶ ἡγεμονίᾳ μᾶλλον ἢ σωτηρίᾳ καὶ πρᾳότητι καὶ τῇ μετὰ δικαιοσύνης αὐταρκείᾳ τιθεμένους, οὐ μὴν ἀλλὰ καὶ τοῦτο Λυκούργῳ που δόξει βοηθεῖν, τὸ Ῥωμαίους μὲν τὴν ἐπὶ Νομᾶ κατάστασιν ἐξαλλάξαντας ἐπιδοῦναι τοῖς πράγμασι τοσοῦτον,

Λακεδαιμονίους δὲ ἅμα τῷ πρῶτον ἐκβῆναι τὴν Λυκούργου διάταξιν, ἐκ μεγίστων ταπεινοτάτους γενέσθαι καὶ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν

p.400
ἀποβαλόντας κινδυνεῦσαι περί ἀναστάσεως, ἐκεῖνο μέντοι τῷ Νομᾷ μέγα καὶ θεῖον ὡς ἀληθῶς ὑπάρχει, τὸ ξένῳ τε μεταπέμπτῳ γενέσθαι καὶ πάντα πειθοῖ μεταβαλεῖν, καὶ κρατῆσαι πόλεως οὔπω συμπεπνευκυίας, μήτε ὅπλων δεηθέντα μήτε βίας τινός, ὡς Λυκοῦργος ἐπὶ τὸν δῆμον ἦγε τοὺς ἀρίστους, ἀλλὰ σοφίᾳ καὶ δικαιοσύνῃ πάντας προσαγαγόμενον καὶ συναρμόσαντα.