Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα δὲ ὁ Νομᾶς ἐπʼ εὐνοίᾳ καὶ χάριτι τοῦ δήμου πολιτευσάμενος εὐθὺς ἐπεχείρει τὴν πόλιν, ὥσπερ σίδηρον, ἐκ σκληρᾶς καὶ πολεμικῆς μαλακωτέραν ποιῆσαι καὶ δικαιοτέραν. ἀτεχνῶς γὰρ ἣν Πλάτων ἀποκαλεῖ φλεγμαίνουσαν πόλιν ἐκείνη τότʼ ἦν, συστᾶσα μὲν εὐθὺς ἐξ ἀρχῆς τόλμῃ τινὶ καὶ παραβόλῳ θρασύτητι τῶν θρασυτάτων καὶ μαχιμωτάτων ἐκεῖ πανταχόθεν ὠσαμένων,

ταῖς δὲ πολλαῖς στρατείαις καὶ τοῖς συνεχέσι πολέμοις τροφῇ χρησαμένη καὶ αὐξήσει τῆς δυνάμεως, καὶ καθάπερ τὰ καταπηγνύμενα τῷ σείεσθαι μᾶλλον ἑδράζεται, ῥώννυσθαι δοκοῦσα διὰ τῶν κινδύνων, οὕτω δὴ μετέωρον καὶ τετραχυμένον δῆμον οὐ μικρᾶς οὐδὲ φαύλης οἰόμενος εἶναι πραγματείας μεταχειρίσασθαι καὶ μετακοσμῆσαι πρὸς εἰρήνην, ἐπηγάγετο τὴν ἀπὸ τῶν θεῶν βοήθειαν,

τὰ μὲν πολλὰ θυσίαις καὶ πομπαῖς καὶ χορείαις, ἃς αὐτὸς ὠργίασε καὶ κατέστησεν, ἅμα σεμνότητι διαγωγὴν ἐπίχαριν καὶ φιλάνθρωπον ἡδονὴν ἐχούσαις, δημαγωγῶν καὶ τιθασεύων τὸ θυμοειδὲς καὶ φιλοπόλεμον ἔστι δ’ ὅτε καὶ φόβους τινὰς ἀπαγγέλλων παρὰ τοῦ θεοῦ καὶ φάσματα δαιμόνων ἀλλόκοτα καὶ φωνὰς οὐκ εὐμενεῖς, ἐδούλου καὶ

p.332
ταπεινὴν ἐποίει τὴν διάνοιαν αὐτῶν ὑπὸ δεισιδαιμονίας.

ἐξ ὧν καὶ μάλιστα λόγον ἔσχεν ἡ σοφία καὶ ἡ παίδευσις τοῦ ἀνδρός, ὡς Πυθαγόρᾳ συγγεγονότος. μέγα γὰρ ἦν μέρος, ὡς ἐκείνῳ τῆς φιλοσοφίας, καὶ τούτῳ τῆς πολιτείας ἡ περὶ τὸ θεῖον ἁγιστεία[*](ἁγιστεία Bryan’s correction, after Amyot, adopted by Coraës and Bekker: ἀγχιστεία (relationship).) καὶ διατριβή. λέγεται δὲ καὶ τὸν ἔξωθεν ὄγκον καὶ σχηματισμὸν ἀπὸ τῆς αὐτῆς Πυθαγόρᾳ διανοίας περιβαλέσθαι.

καὶ

paris.1624.65
γάρ ἐκεῖνος ἀετόν τε δοκεῖ πραῦναι, φωναῖς τισιν ἐπιστήσας καὶ καταγαγὼν ὑπεριπτάμενον, τόν τε μηρὸν ὑποφῆναι χρυσοῦν Ὀλυμπίασι διαπορευόμενος τὴν πανήγυριν· ἄλλας τε τερατώδεις μηχανὰς αὐτοῦ καὶ πράξεις ἀναγγέλλουσιν, ἐφʼ αἷς καὶ Τίμων ὁ Φλιάσιος ἔγραψε·
  1. Πυθαγόρην δὲ γόητας ἀποκλίνοντʼ ἐπὶ δόξας
  2. θήρῃ ἐπʼ ἀνθρώπων, σεμνηγορίης ὀαριστὴν

τῷ δὲ Νομᾷ δρᾶμα θεᾶς τινος ἢ νύμφης ὀρείας ἔρως ἦν καὶ συνουσία πρὸς αὐτὸν ἀπόρρητος, ὥσπερ εἴρηται, καὶ κοιναὶ μετὰ Μουσῶν διατριβαί. τὰ γὰρ· πλεῖστα τῶν μαντευμάτων εἰς Μούσας ἀνῆγε, καὶ μίαν Μοῦσαν ἰδίως καὶ διαφερόντως ἐδίδαξε σέβεσθαι τοὺς Ῥωμαίους, Τακίταν προσαγορεύσας, οἷον σιωπηλὴν ἢ ἐνεάν· ὅπερ εἶναι δοκεῖ τὴν Πυθαγόρειον ἀπομνημονεύοντος ἐχεμυθίαν καὶ τιμῶντος.

ἔστι δὲ καὶ τὰ περὶ τῶν ἀφιδρυμάτων νομοθετήματα παντάπασιν ἀδελφὰ τῶν Πυθαγόρου

p.334
δογμάτων, οὔτε γὰρ ἐκεῖνος αἰσθητὸν ἢ παθητόν, ἀόρατον δὲ καὶ ἄκτιστον [*](ἄκτιστον Sintenis1 with AC, followed by Bekker: ἀκήρατον (unmixed).) καὶ νοητὸν ὑπελάμβανεν εἶναι τὸ πρῶτον, οὗτός τε διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους νομίζειν. οὐδʼ ἦν παρʼ αὑτοῖς οὔτε γραπτὸν οὔτε πλαστὸν εἶδος θεοῦ πρότερον,

ἀλλʼ ἐν ἑκατὸν ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς μὲν οἰκοδομού μεν οι καὶ καλιάδας ἱερὰς ἱστῶντες, ἄγαλμα δὲ οὐδὲν ἔμμορφον ποιούμενοι διετέλουν, ὡς οὔτε ὅσιον ἀφομοιοῦν τὰ βελτίονα τοῖς χείροσιν οὔτε ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως ἢ νοήσει, κομιδῆ δὲ καὶ τὰ τῶν θυσιῶν ἔχεται τῆς Πυθαγορικῆς ἁγιστείας· ἀναίμακτοι γάρ ἦσαν αἵ γε πολλαί, διʼ ἀλφίτου καὶ σπονδῆς καὶ τῶν εὐτελεστάτων πεποιημέναι.

χωρὶς δὲ τούτων ἑτέροις ἔξωθεν ἐπαγωνίζονται τεκμηρίοις οἱ τὸν ἄνδρα τῷ ἀνδρὶ συνοικειοῦντες. ὧν ἓν μέν ἐστιν ὅτι Πυθαγόραν Ῥωμαῖοι τῇ πολιτείᾳ προσέγραψαν, ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινὶ λόγῳ πρὸς Ἀντήνορα γεγραμμένῳ, παλαιὸς ἀνήρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς ἕτερον δὲ ὅτι τεσσάρων υἱῶν βασιλεῖ Νομᾷ γενομένων ἕνα Μάμερκον ἐπὶ τῷ Πυθαγόρου παιδὶ προσηγόρευσεν.

ἀπʼ ἐκείνου δὲ καὶ τὸν Αἰ μιλίων οἶκον ἀναμιχθέντα τοῖς πατρικίοις ὀνομασθῆναί φασιν, οὕτως ὑποκοριζομένου τοῦ βασιλέως τὴν ἐν τοῖς λόγοις τοῦ ἀνδρὸς αἱμυλίαν καὶ χάριν, αὐτοὶ δ’ ἀκηκόαμεν πολλῶν ἐν Ῥώμῃ διεξιόντων ὅτι χρησμοῦ ποτε Ῥωμαίοις

p.336
γενομένου τὸν φρονιμώτατον καὶ τὸν ἀνδρειότατον Ἑλλήνων ἱδρύσασθαι παρʼ αὑτοῖς, ἔστησαν ἐπὶ τῆς ἀγορᾶς εἰκόνας χαλκᾶς δύο, τὴν μὲν Ἀλκιβιάδου, τὴν δὲ Πυθαγόρου. ταῦτα μὲν οὖν ἀμφισβητήσεις ἔχοντα πολλὰς καὶ τὸ κινεῖν διὰ μακροτέρων καὶ τὸ πιστοῦσθαι[*](πιστοῦσθαι a correction of Reiske’s, accepted by Coraës and Bekker: πιστεύσθαι (believe). ) μειρακιώδους ἔστι φιλονεικίας.