Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τούτοις προσῆν, ὡς λέγεται, σημεῖά τε χρηστὰ καὶ σπουδὴ τῶν πολιτῶν καὶ ζῆλος, ὡς ἐπύθοντο τὴν πρεσβείαν, δεομένων βαδίζειν καὶ παραλαμβάνειν τὴν βασιλείαν ἐπὶ κοινωνίᾳ καὶ συγκράσει τῶν πολιτῶν.[*](πολιτῶν MSS. and edd., including Sintenis1. Bekker corrects to πόλεων (cities), and is followed by Sintenis2.)

ὡς οὖν ἐδέδοκτο, θύσας τοῖς θεοῖς προῆγεν εἰς τὴν Ῥώμην. ἀπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆμος ἔρωτι θαυμαστῷ τοῦ ἀνδρός, εὐφημίαι τε πρέπουσαι γυναικῶν ἐγίνοντο καὶ θυσίαι πρὸς

paris.1624.64
ἱεροῖς καὶ χαρὰ πάντων, ὥσπερ οὐ βασιλέα τῆς πόλεως, ἀλλὰ βασιλείαν δεχομένης, ἐπεὶ δὲ εἰς τὴν ἀγορὰν κατέστησαν, ὁ μὲν ταῖς ὥραις ἐκείναις συνειληχὼς μες ο βασιλεὺς Σπόριος Οὐέττιος ψῆφον ἐπέδωκε τοῖς πολίταις καὶ πάντες ἤνεγκαν, προσφερομένων δ’ αὐτῷ τῶν βασιλικῶν παρασήμων ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ.

παραλαβὼν

p.328
δὲ μάντεις καὶ ἱερεῖς ἀνέβαινεν εἰς τὸ Καπιτώλιον Ταρπήϊον αὐτὸ λόφον οἱ τότε Ῥωμαῖοι προσηγόρευον. ἐνταῦθα τῶν μάντεων ὁ πρωτεύων τὸν μὲν εἰς μεσημβρίαν τρέψας ἐγκεκαλυμμένον, αὐτὸς δὲ παραστὰς ἐξόπισθεν καὶ τῇ δεξιᾷ τῆς κεφαλῆς ἐφαπτόμενος αὐτοῦ κατεύξατο, καὶ περιεσκόπει τὰ παρὰ τῶν θεῶν ἐν οἰωνοῖς ἢ συμβόλοις προφαινόμενα, πανταχόσε τὰς ὄψεις περιφέρων.

σιγὴ δὲ ἄπιστος ἐν πλήθει τοσούτῳ τὴν ἀγορὰν κατεῖχε καραδοκούντων καὶ συναιωρουμένων τῷ μέλλοντι, μέχρι οὗ προὐφάνησαν ὄρνιθες ἀγαθοὶ καὶ δεξιοὶ ἐπέτρεψαν[*](καὶ δεξιοὶ ἐπέτρεψαν with S: καὶ δεξιοὶ καὶ ἐπέτρεψαν.) οὕτω δὲ τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα κατέβαινε Νομᾶς εἰς τὸ πλῆθος ἀπὸ τῆς ἄκρας, τότε δὲ καὶ φωναὶ καὶ δεξιώσεις ἦσαν ὡς εὐσεβέστατον καὶ θεοφιλέστατον δεχομένων.

παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων σύστημα διέλυσεν, οὓς Ῥωμύλος ἔχων ἀεὶ περὶ τὸ σῶμα Κέλερας προσηγόρευσεν, ὅπερ ἐστὶ ταχεῖς· οὔτε γὰρ ἀπιστεῖν πιστεύουσιν οὔτε βασιλεύειν ἀπιστούντων ἠξίου. δεύτερον δὲ τοῖς οὖσιν ἱερεῦσι Διὸς καὶ Ἄρεως τρίτον Ῥωμύλου προσκατέστησεν, ὃν Φλάμινα Κυρινάλιον ὠνόμασεν.

ἐκάλουν δὲ καὶ τοὺς προγενεστέρους Φλάμινας ἀπὸ τῶν περικρανίων πίλων οὓς περὶ ταῖς κεφαλαῖς φοροῦσι, πιλαμένας τινὰς ὄντας, ὡς ἱστοροῦσι, τῶν Ἑλληνικῶν ὀνομάτων τότε μᾶλλον ἢ νῦν τοῖς Λατίνοις ἀνακεκραμένων. καὶ γάρ ἃς ἐφ ό ρουν οἱ ἱερεῖς λαίνας ὁ

p.330
Ἰόβας χλαίνας φησὶν εἶναι, καὶ τὸν ὑπηρετοῦντα τῷ ἱερεῖ τοῦ Διὸς ἀμφιθαλῆ παῖδα λέγεσθαι Κάμιλλον, ὡς καὶ τὸν Ἑρμῆν οὕτως ἔνιοι τῶν Ἑλλήνων Κάμιλλον[*](Κάμιλλον deleted by Bekker; corrected to Καδμῖλον by Sintenis2.) ἀπὸ τῆς διακονίας προσηγόρευον.

ταῦτα δὲ ὁ Νομᾶς ἐπʼ εὐνοίᾳ καὶ χάριτι τοῦ δήμου πολιτευσάμενος εὐθὺς ἐπεχείρει τὴν πόλιν, ὥσπερ σίδηρον, ἐκ σκληρᾶς καὶ πολεμικῆς μαλακωτέραν ποιῆσαι καὶ δικαιοτέραν. ἀτεχνῶς γὰρ ἣν Πλάτων ἀποκαλεῖ φλεγμαίνουσαν πόλιν ἐκείνη τότʼ ἦν, συστᾶσα μὲν εὐθὺς ἐξ ἀρχῆς τόλμῃ τινὶ καὶ παραβόλῳ θρασύτητι τῶν θρασυτάτων καὶ μαχιμωτάτων ἐκεῖ πανταχόθεν ὠσαμένων,

ταῖς δὲ πολλαῖς στρατείαις καὶ τοῖς συνεχέσι πολέμοις τροφῇ χρησαμένη καὶ αὐξήσει τῆς δυνάμεως, καὶ καθάπερ τὰ καταπηγνύμενα τῷ σείεσθαι μᾶλλον ἑδράζεται, ῥώννυσθαι δοκοῦσα διὰ τῶν κινδύνων, οὕτω δὴ μετέωρον καὶ τετραχυμένον δῆμον οὐ μικρᾶς οὐδὲ φαύλης οἰόμενος εἶναι πραγματείας μεταχειρίσασθαι καὶ μετακοσμῆσαι πρὸς εἰρήνην, ἐπηγάγετο τὴν ἀπὸ τῶν θεῶν βοήθειαν,