Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοιούτοις λόγοις ἀφοσιουμένου τὴν βασιλείαν τοῦ ἀνδρός, οἵ τε Ῥωμαῖοι πᾶσαν ἐποιοῦντο σπουδὴν ἀντιβολοῦντες καὶ δεόμενοι μὴ σφᾶς αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ πόλεμον ἐμφύλιον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἀμφότεραι συννεύσουσιν αἱ στάσεις, ὅ τε πατήρ καὶ ὁ Μάρκιος ἐκείνων μεταστάντων ἰδίᾳ προσκείμενοι τὸν Νομᾶν ἔπειθον δέχεσθαι μέγα καὶ θεῖον δῶρον.

εἰ δὲ αὐτὸς οὔτε πλούτου δέῃ διʼ αὐτάρκειαν οὔτε δόξαν ἀρχῆς καὶ δυναστείας ἐζήλωκας κρείσσονα τὴν ἀπʼ ἀρετῆς ἔχων, ἀλλʼ ὑπηρεσίαν γε θεοῦ τὸ βασιλεύειν ἡγούμενος, ὅς γε ἀνίστησι καὶ οὐκ ἐᾷ κεῖσθαι καὶ ἀργεῖν τὴν ἐν σοὶ τοσαύτην δικαιοσύνην, μὴ φεῦγε μηδὲ ἀποδίδρασκε τὴν ἀρχήν, ἀνδρὶ φρονίμῳ πράξεων καλῶν καὶ μεγάλων οὖσαν χώραν, ἐν ᾗ καὶ θεραπεῖαι θεῶν μεγαλοπρεπεῖς εἰσι καὶ πρὸς εὐσέβειαν ἀνθρώπων ἡμερώσεις ῥᾷστα καὶ τάχιστα μετακοσμουμένων ὑπὸ

p.326

τὸν κρατοῦντος, οὗτοι καὶ Τάτιον ἔστερξαν ἔπηλυν ἡγεμόνα, καὶ τὴν Ῥωμύλου μνήμην ἀποθεοῦσι ταῖς τιμαῖς. τίς δὲ οἶδεν εἰ καὶ νικῶντι δήμῳ πολέμου κόρος ἐστί, καὶ μεστοὶ θριάμβων καὶ λαφύρων γεγονότες ἡγεμόνα πρᾷον καὶ δίκης ἑταῖρον ἐπʼ εὐνομίᾳ καὶ εἰρήνῃ ποθοῦσιν; εἰ δὲ δὴ καὶ παντάπασιν ἀκρατῶς ἔχουσι καὶ μανικῶς πρὸς πόλεμον, ἆρʼ οὐχὶ βέλτιον ἀλλαχόσε τὴν ὁρμὴν αὐτῶν τρέπειν, διὰ χειρὸς ἔχοντα τὰς ἡ νίας, τῇ δὲ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει σύνδεσμον εὐνοίας καὶ φιλίας πρὸς πόλιν ἀκμάζουσαν καὶ δυνατὴν γενέσθαι;

τούτοις προσῆν, ὡς λέγεται, σημεῖά τε χρηστὰ καὶ σπουδὴ τῶν πολιτῶν καὶ ζῆλος, ὡς ἐπύθοντο τὴν πρεσβείαν, δεομένων βαδίζειν καὶ παραλαμβάνειν τὴν βασιλείαν ἐπὶ κοινωνίᾳ καὶ συγκράσει τῶν πολιτῶν.[*](πολιτῶν MSS. and edd., including Sintenis1. Bekker corrects to πόλεων (cities), and is followed by Sintenis2.)

ὡς οὖν ἐδέδοκτο, θύσας τοῖς θεοῖς προῆγεν εἰς τὴν Ῥώμην. ἀπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆμος ἔρωτι θαυμαστῷ τοῦ ἀνδρός, εὐφημίαι τε πρέπουσαι γυναικῶν ἐγίνοντο καὶ θυσίαι πρὸς

paris.1624.64
ἱεροῖς καὶ χαρὰ πάντων, ὥσπερ οὐ βασιλέα τῆς πόλεως, ἀλλὰ βασιλείαν δεχομένης, ἐπεὶ δὲ εἰς τὴν ἀγορὰν κατέστησαν, ὁ μὲν ταῖς ὥραις ἐκείναις συνειληχὼς μες ο βασιλεὺς Σπόριος Οὐέττιος ψῆφον ἐπέδωκε τοῖς πολίταις καὶ πάντες ἤνεγκαν, προσφερομένων δ’ αὐτῷ τῶν βασιλικῶν παρασήμων ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ.