Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πρῶτον δέ φασι καὶ Πίστεως καὶ Τέρμονος ἱερὸν ἱδρύσασθαι. καὶ τὴν μὲν Πίστιν ὅρκον ἀποδεῖξαι Ῥωμαίοις μέγιστον, ᾧ χρώμενοι μέχρι νῦν διατελοῦσιν· ὁ δὲ Τέρμων ὅρος ἄν τις εἴη, καὶ θύουσιν αὐτῷ δημοσίᾳ καὶ ἰδίᾳ κατὰ τοὺς τῶν ἀγρῶν περιορισμούς, νῦν μὲν ἔμψυχα, τὸ παλαιὸν δὲ ἀναίμακτος ἦν ἡ θυσία, Νομᾶ

paris.1624.71
φιλοσοφήσαντος ὡς χρὴ τὸν ὅριον θεὸν εἰρήνης φύλακα καὶ δικαιοσύνης μάρτυν ὄντα φόνου καθαρὸν εἶναι.

δοκεῖ δὲ καὶ ὅλως οὗτος ὁρίσαι τὴν χώραν ὁ βασιλεύς, Ῥωμύλου μὴ βουληθέντος ἐξομολογήσασθαι τῷ μέτρῳ τοῦ οἰκείου τὴν ἀφαίρεσιν τοῦ ἀλλοτρίου· δεσμὸν γάρ εἶναι τῆς δυνάμεως τὸν ὅρον, ἂν φυλάττηται, μὴ φυλαττόμενον δὲ τῆς ἀδικίας ἔλεγχον. οὐ μὴν οὐδὲ ἦν δαψιλὴς χώρᾳ τῇ πόλει κατʼ ἀρχάς, ἀλλὰ τὴν πολλὴν αἰχμῇ προσεκτήσατο Ῥωμύλος·

καὶ ταύτην πᾶσαν ὁ Νομᾶς διένειμε τοῖς ἀπόροις τῶν πολιτῶν, ὡς ἀνάγκην τῆς ἀδικίας ἀφαιρῶν τὴν ἀπορίαν, καὶ τρέπων ἐπὶ γεωργίαν τὸν δῆμον ἅμα τῇ χώρᾳ συνεξημερούμενον. οὐδὲν γάρ ἄλλο τῶν ἐπιτηδευμάτων οὕτως ἔρωτα δριμὺν εἰρήνης ἐργάζεται καὶ ταχὺν ὡς ὁ ἀπὸ γῆς βίος, ἐν ᾧ καὶ τῆς πολεμικῆς εὐτολμίας τὸ μὲν ὑπερμαχητικὸν τοῦ οἰκείου διαμένει καὶ πάρεστι, τὸ δὲ εἰς ἀδικίαν καὶ πλεονεξίαν ἀνειμένον ἐκκέκοπται.

διὸ καὶ τὴν γεωργίαν ὁ Νομᾶς οἷον εἰρήνης φίλτρον ἐμμίξας τοῖς πολίταις καὶ μᾶλλον ὡς ἠθοποιὸν ἢ πλουτοποιὸν ἀγαπήσας τέχνην, εἰς μέρη τὴν χώραν διεῖλεν, ἃ πάγους προσηγόρευσε, καὶ καθʼ ἕκαστον ἐπισκόπους ἔταξε καὶ

p.364
περιπόλους, ἔστι δ’ ὅτε καὶ αὐτὸς ἐφορῶν καὶ τεκμαιρόμενος ἀπὸ τῶν ἔργων τοὺς τρόπους τῶν πολιτῶν τοὺς μὲν εἰς τιμὰς καὶ πίστεις ἀνῆγε, τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς ψέγων καὶ κακίζων ἐσωφρόνιζε.