Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πολλὰς δὲ καὶ ἄλλας Νομᾶ καταδείξαντος ἱερωσύνας ἔτι δυεῖν μνησθήσομαι, τῆς τε Σαλίων καὶ τῆς τῶν Φιτιαλέων, αἱ μάλιστα τὴν εὐσέβειαν τοῦ ἀνδρὸς ἐμφαίνουσιν. οἱ μὲν γάρ

paris.1624.68
Φιτιαλεῖς εἰρηνοφύλακές τινες ὄντες, ὡς δ’ ἐμοὶ δοκεῖ, καὶ τοὔνομα λαβόντες ἀπὸ τῆς πράξεως,
p.348
λόγῳ τὰ νείκη κατέπαυον, οὐκ ἐῶντες στρατεύειν πρότερον ἢ πᾶσαν ἐλπίδα δίκης ἀποκοπῆναι.

καὶ γὰρ εἰρήνην Γ? Ἕλληνες καλοῦσιν ὅταν λόγῳ, μὴ βίᾳ, πρὸς ἀλλήλους χρώμενοι λύσωσι τὰς διαφοράς, οἱ δὲ Ῥωμαίων Φιτιαλεῖς πολλάκις μὲν ἐβάδιζον ὡς τοὺς ἀδικοῦντας αὐτοὶ πείθοντες εὐγνωμονεῖν· ἀγνωμονούντων δὲ μαρτυράμενοι θεούς, καὶ κατευξάμενοι πολλὰ καὶ δεινὰ καθʼ αὑτῶν αὐτοὶ καὶ τῆς πατρίδος εἰ μὴ δικαίως ἐπεξίασιν, οὕτω κατήγγελλον αὐτοῖς τὸν πόλεμον.