Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πρῶτον μὲν οὖν ὑπὸ Νομᾶ καθιερωθῆναι λέγουσι Γεγανίαν καὶ Βερηνίαν, δεύτερον δὲ Κανουληΐαν καὶ Ταρπηΐαν· ὕστερον δὲ Σερβίου δύο προσθέντος ἄλλας τῷ ἀριθμῷ διατηρεῖσθαι [*](διατηρεῖσθαι the correction of Coraës, adopted by Bekker: διατηρῆσαι.) μέχρι τῶν χρόνων τούτων τὸ πλῆθος, ὡρίσθη δὲ ταῖς ἱεραῖς παρθένοις ὑπὸ τοῦ βασιλέως ἁγνεία τριακονταέτις, ἐν ᾗ τὴν μὲν πρώτην δεκαετίαν ἃ χρὴ δρᾶν μανθάνουσι, τὴν δὲ μέσην ἃ μεμαθήκασι δρῶσι, τὴν δὲ τρίτην ἑτέρας αὐταὶ διδάσκουσιν.

εἶτα ἀνεῖται τῇ βουλομένῃ μετὰ τὸν χρόνον

p.342
τοῦτον ἤδη καὶ γάμου μεταλαμβάνειν καὶ πρὸς ἕτερον τραπέσθαι βίον, ἀπαλλαγείσῃ τῆς ἱερουργίας, λέγονται δὲ οὐ πολλαὶ ταύτην ἀσπάσασθαι τὴν ἄδειαν, οὐδὲ ἀσπασαμέναις χρηστὰ πράγματα συντυχεῖν, ἀλλὰ μετανοίᾳ καὶ κατηφείᾳ συνοῦσαι τὸν λοιπὸν βίον ἐμβαλεῖν τὰς ἄλλας εἰς δεισιδαιμονίαν, ὥστε μέχρι γήρως καὶ θανάτου διατελεῖν ἐγκαρτερούσας καὶ παρθενευομένας.

τιμὰς δὲ μεγάλας ἀπέδωκεν αὐταῖς, ὧν ἔστι καὶ τὸ διαθέσθαι ζῶντος ἐξεῖναι πατρὸς καὶ τἆλλα πράττειν ἄνευ προστάτου διαγούσας, ὥσπερ αἱ τρίπαιδες. ῥαβδουχοῦνται δὲ προϊοῦσαι· κἂν ἀγομένῳ τινὶ πρὸς θάνατον αὐτομάτως συντύχωσιν, οὐκ ἀναιρεῖται, δεῖ δὲ ἀπομόσαι τὴν παρθένον ἀκούσιον καὶ τυχαίαν καὶ οὐκ ἐξεπίτηδες γεγονέναι τὴν ἀπάντησιν. ὁ δὲ ὑπελθὼν κομιζομένων

paris.1624.67
ὑπὸ τὸ φορεῖον ἀποθνήσκει.

κόλασις δὲ τῶν μὲν ἄλλων ἁμαρτημάτων πληγαὶ ταῖς παρθένοις ἰς, τοῦ μεγίστου Ποντίφικος κολάζοντος ἔστιν ὅτε καὶ γυμνὴν τὴν πλημμελήσασαν, ὀθόνης ἐν παλινσκίῳ παρατεινομένης· ἡ δὲ τὴν παρθενίαν καταισχύνασα ζῶσα κατορύττεται παρὰ τὴν Κολλίνην λεγομένην πύλην ἐν ᾗ τις ἔστιν ἐντὸς τῆς πόλεως ὀφρὺς γεώδης παρατείνουσα πόρρω·

καλεῖται δὲ χῶμα διαλέκτῳ τῇ Λατίνων, ἐνταῦθα κατασκευάζεται κατάγειος οἶκος οὐ μέγας, ἔχων ἄνωθεν κατάβασιν. κεῖται δὲ ἐν αὐτῷ κλίνη τε ὑπεστρωμένη καὶ λύχνος καιόμενος, ἀπαρχαί τε τῶν πρὸς τὸ ζῆν ἀναγκαίων βραχεῖαί τινες, οἷον ἄρτος, ὕδωρ ἐν ἀγγείῳ, γάλα, ἔλαιον, ὥσπερ ἀφοσιουμένων τὸ μὴ λιμῷ διαφθείρειν σῶμα ταῖς μεγίσταις καθιερωμένον ἁγιστείαις.

αὐτὴν δὲ

p.344
τὴν κολαζομένην εἰς φορεῖον ἐνθέμενοι καὶ καταστεγάσαντες ἔξωθεν καὶ καταλαβόντες ἱμᾶσιν, ὡς μηδὲ φωνὴν ἐξάκουστον γενέσθαι, κομίζουσι διʼ ἀγορᾶς, ἐξίστανται δὲ πάντες σιωπῇ καὶ παραπέμπουσιν ἄφθογγοι μετά τινος δεινῆς κατηφείας οὐδὲ ἔστιν ἕτερον θέαμα φρικτότερον, οὐδʼ ἡμέραν ἡ πόλις ἄλλην ἄγει στυγνοτέραν ἐκείνης.

ὅταν δὲ πρὸς τὸν τόπον κομισθῇ τὸ φορεῖον, οἱ μὲν ὑπηρέται τοὺς δεσμοὺς ἐξέλυσαν, ὁ δὲ τῶν ἱερέων ἔξαρχος εὐχάς τινας ἀπορρήτους ποιησάμενος καὶ χεῖρας ἀνατείνας θεοῖς πρὸ τῆς ἀνάγκης, ἐξάγει συγκεκαλυμμένην καὶ καθίστησιν ἐπὶ κλίμακος εἰς τὸ οἴκημα κάτω φερούσης. εἶτα αὐτὸς μὲν ἀποτρέπεται μετὰ τῶν ἄλλων ἱερέων τῆς δὲ καταβάσης ἥ τε κλίμαξ ἀναιρεῖται καὶ κατακρύπτεται τὸ οἴκημα γῆς πολλῆς ἄνωθεν ἐπιφορουμένης, ὥστε ἰσόπεδον τῷ λοιπῷ χώματι γενέσθαι τὸν τόπον, οὕτω μὲν αἱ προέμεναι τὴν ἱερὰν παρθενίαν κολάζονται.