Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀλλὰ τὸ πλεῖστον ἦν τῆς τοιαύτης διατριβῆς ἔργον ἐπαινεῖν τι τῶν καλῶν, ἢ τῶν αἰσχρῶν ψέγειν, μετὰ παιδιᾶς καὶ γέλωτος, ἐλαφρῶς ὑποφέροντος εἰς νουθεσίαν καὶ διόρθωσιν. οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης

p.282
ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τᾶς τοιαύτας διατριβάς.

τὸ δὲ ὅλον εἴθιζε τοὺς πολίτας μὴ βούλεσθαι μηδὲ ἐπίστασθαι κατʼ ἰδίαν ζῆν, ἀλλʼ ὥσπερ τᾶς μελίττας τῷ κοινῷ συμφυεῖς ὄντας ἀεὶ καὶ μετʼ ἀλλήλων εἱλουμένους περὶ τὸν ἄρχοντα, μικροῦ δεῖν ἐξεστῶτας ἑαυτῶν ὑπʼ ἐνθουσιασμοῦ καὶ φιλοτιμίας, ὅλους εἶναι τῆς πατρίδος· ὡς ἔστι καὶ φωναῖς τισιν αὐτῶν ἀποθεωρῆσαι τὴν διάνοιαν.

ὁ μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους ἡ πόλις ἔχει· Πολυκρατίδας δὲ ὁ πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ πεμφθέντες, εἶπεν, αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.

ἡ δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆθλον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως· μεγαλυνόντων δὲ ἐκείνων τὸν ἄνδρα καὶ λεγόντων ὡς οὐκ ἔχει τοιοῦτον ἄλλον ἡ Σπάρτη· μὴ λέγετε, εἶπεν, ὦ ξένοι· καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς ὁ Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.

τοὺς δὲ γέροντας αὐτὸς μέν, ὡς εἴρηται, κατέστησε τὸ πρῶτον ἐκ τῶν μετασχόντων τοῦ βουλεύματος· ὕστερον δὲ ἀντὶ τοῦ τελευτῶντος ἔταξε καθιστάναι τὸν ἄριστον ἀρετῇ κριθέντα τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων, καὶ μέγιστος

p.284
ἐδόκει τῶν ἐν ἀνθρώποις ἀγώνων οὗτος εἶναι καὶ περιμαχητότατος· οὐ γὰρ ἐν ταχέσι τάχιστον οὐδʼ ἐν ἰσχυροῖς ἰσχυρότατον, ἀλλʼ ἐν ἀγαθοῖς καὶ σώφροσιν ἄριστον καὶ σωφρονέστατον ἔδει κριθέντα νικητήριον ἔχειν τῆς ἀρετῆς διὰ βίου τὸ σύμπαν, ὡς εἰπεῖν, κράτος ἐν τῇ πολιτείᾳ, κύριον ὄντα καὶ θανάτου καὶ ἀτιμίας καὶ ὅλως τῶν μεγίστων, ἐγίνετο δὲ ἡ κρίσις τόνδε τὸν τρόπον.

ἐκκλησίας ἀθροισθείσης ἄνδρες αἱρετοὶ καθείργνυντο πλησίον εἰς οἴκημα, τὴν μὲν ὄψιν οὐχ ὁρῶντες οὐδὲ ὁρώμενοι, τὴν δὲ κραυγὴν μόνον ἀκούοντες ἐκκλησιαζόντων. βοῇ γάρ ὡς τἆλλα καὶ τοὺς ἁμιλλωμένους ἔκρινον, οὐχ ὁμοῦ πάντων, ἀλλʼ ἑκάστου κατὰ κλῆρον εἰσαγομένου καὶ σιωπῇ διαπορευομένου τὴν ἐκκλησίαν.

ἔχοντες οὖν οἱ κατάκλειστοι γραμματεῖα, καθʼ ἕκαστον ἐπεσημαίνοντο τῆς κραυγῆς τὸ μέγεθος, οὐκ εἰδότες ὅτῳ γένοιτο, πλὴν ὅτι πρῶτος ἢ δεύτερος ἢ τρίτος ἢ ὁποστοσοῦν εἴη τῶν εἰσαγομένων. ὅτῳ δὲ πλείστη γένοιτο καὶ μεγίστη, τοῦτον ἀνηγόρευον. ὁ δὲ στεφανωσάμενος περιῄει τοὺς θεούς· εἵποντο δὲ πολλοὶ νέοι ζηλοῦντες τὸν ἄνδρα καὶ μεγαλύνοντες, πολλαί τε γυναῖκες ἐγκωμιάζουσαι διʼ ᾠδῆς τὴν ἀρετὴν καὶ τὸν βίον εὐδαιμονίζουσαι.