Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οἱ μέν γε νεώτεροι τριάκοντα ἐτῶν τὸ παράπαν οὐ κατέβαινον εἰς ἀγοράν, ἀλλὰ διὰ

paris.1624.55
τῶν συγγενῶν καὶ τῶν ἐραστῶν ἐποιοῦντο τᾶς ἀναγκαίας οἰκονομίας. τοῖς δὲ πρεσβυτέροις αἰσχρὸν ἦν συνεχῶς ὁρᾶσθαι περὶ ταῦτα διατρίβουσιν, ἀλλὰ μὴ τὸ πλεῖστον τῆς ἡμέρας περὶ τὰ γυμνάσια καὶ τᾶς καλουμένας λέσχας ἀναστρέφεσθαι. καὶ γάρ εἰς ταύτας συνιόντες ἐπιεικῶς ἐσχόλαζον μετʼ ἀλλήλων, οὐδενὸς μεμνημένοι τῶν πρὸς χρηματισμὸν ἢ χρείαν ἀγοραῖον συντελούντων·

ἀλλὰ τὸ πλεῖστον ἦν τῆς τοιαύτης διατριβῆς ἔργον ἐπαινεῖν τι τῶν καλῶν, ἢ τῶν αἰσχρῶν ψέγειν, μετὰ παιδιᾶς καὶ γέλωτος, ἐλαφρῶς ὑποφέροντος εἰς νουθεσίαν καὶ διόρθωσιν. οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλωτος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης

p.282
ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τᾶς τοιαύτας διατριβάς.

τὸ δὲ ὅλον εἴθιζε τοὺς πολίτας μὴ βούλεσθαι μηδὲ ἐπίστασθαι κατʼ ἰδίαν ζῆν, ἀλλʼ ὥσπερ τᾶς μελίττας τῷ κοινῷ συμφυεῖς ὄντας ἀεὶ καὶ μετʼ ἀλλήλων εἱλουμένους περὶ τὸν ἄρχοντα, μικροῦ δεῖν ἐξεστῶτας ἑαυτῶν ὑπʼ ἐνθουσιασμοῦ καὶ φιλοτιμίας, ὅλους εἶναι τῆς πατρίδος· ὡς ἔστι καὶ φωναῖς τισιν αὐτῶν ἀποθεωρῆσαι τὴν διάνοιαν.

ὁ μέν γὰρ Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους ἀπῄει μάλα φαιδρός, ὥσπερ χαίρων ὅτι βελτίονας αὐτοῦ τριακοσίους ἡ πόλις ἔχει· Πολυκρατίδας δὲ ὁ πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ πεμφθέντες, εἶπεν, αἴκα τύχω μέν, δημοσίᾳ, Αἴκα ἀποτύχωμεν, ἰδίᾳ.

ἡ δὲ Βρασίδου μήτηρ Ἀργιλεωνίς, ὡς ἀφικόμενοί τινες εἰς Λακεδαίμονα τῶν ἐξ Ἀμφιπόλεως εἰσῆθλον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἀπέθανε καὶ τᾶς Σπάρτας ἀξίως· μεγαλυνόντων δὲ ἐκείνων τὸν ἄνδρα καὶ λεγόντων ὡς οὐκ ἔχει τοιοῦτον ἄλλον ἡ Σπάρτη· μὴ λέγετε, εἶπεν, ὦ ξένοι· καλὸς μέν γάρ ἦν καὶ ἀγαθὸς ὁ Βρασίδας, πολλοὺς δὲ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.