Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἡ δὲ παιδεία μέχρι τῶν ἐνηλίκων διέτεινεν. οὐδεὶς γὰρ ἦν ἀφειμένος ὡς ἐβούλετο ζῆν, ἀλλʼ οἷον ἐν στρατοπέδῳ τῇ πόλει καὶ δίαιταν ἔχοντες ὡρισμένην καὶ διατριβὴν περὶ τὰ κοινά, καὶ ὅλως νομίζοντες οὐχ αὑτῶν, ἀλλὰ τῆς πατρίδος εἶναι διετέλουν, εἰ μή τι πράττειν ἕτερον εἴη προστεταγμένον , ἐπισκοποῦντες τοὺς παῖδας, καὶ διδάσκοντές τι τῶν χρησίμων ἢ μανθάνοντες αὐτοὶ παρὰ τῶν πρεσβυτέρων.

καὶ γὰρ ἕν τι τοῦτο τῶν καλῶν ἦν καὶ μακαρίων ἃ παρεσκεύασε τοῖς ἑαυτοῦ πολίταις ὁ Λυκοῦργος, ἀφθονία σχολῆς, οἷς τέχνης μὲν ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐφεῖτο, χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαν οὐδʼ ὁτιοῦν ἔδει, διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον γεγονέναι καὶ ἄτιμον.

οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν, ἀποφορὰν τὴν εἰρημένην τελοῦντες, ἐπιδημῶν δὲ τίς Ἀθήνησι δικαστηρίων ὄντων, καὶ πυθόμενὸς τινα δίκην ἀργίας ὠφληκότα βαδίζειν ἀθυμοῦντα

p.280
καὶ προπεμπόμενον ὑπὸ τῶν φίλων συναχθομένων καὶ βαρέως φερόντων, ἐδεῖτο δεῖξαι τοὺς συμπαρόντας αὐτῷ τίς ἐστιν ὁ τὴν ἐλευθερίας[*](ἐλευθερίας, Sintenis2 with Coraës, after Bryan; ἐλευθερίαν MSS., Sintenis1, and Bekker.) ἑαλωκὼς δίκην. οὕτω δουλοπρεπὲς ἡγοῦντο τὴν περὶ τὰς τέχνας καὶ τὸν χρηματισμὸν ἀσχολίαν.

δίκαι δέ, ὡς εἰκός, ἐξέλιπον ἅμα τῷ νομίσματι, μήτε πλεονεξίας μήτε ἀπορίας αὐτοῖς παρούσης, ἰσότητος δὲ ἐν εὐπορίᾳ καὶ ῥᾳστώνης διʼ εὐτέλειαν γεγενημένης. χοροὶ δὲ καὶ θαλίαι καὶ εὐωχίαι καὶ διατριβαὶ περί τε θήρας καὶ γυμνάσια καὶ λέσχας τὸν ἅπαντα χρόνον ἐπέχωρίαζον, ὅτε μὴ στρατευόμενοι τύχοιεν.