Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὕτω δὲ κλέπτουσι πεφροντισμένως οἱ παῖδες, ὥστε λέγεταί τίς ἤδη σκύμνον

p.262
ἀλώπεκος κεκλοφὼς καὶ τῷ τριβωνίῳ περιστέλλων, σπαρασσόμενος ὑπὸ τοῦ θηρίου τὴν γαστέρα τοῖς ὄνυξι καὶ τοῖς ὀδοῦσιν, ὑπὲρ τοῦ λαθεῖν ἐγκαρτερῶν ἀποθανεῖν. καὶ τοῦτο μὲν οὐδὲ ἀπὸ τῶν νῦν ἐφήβων ἄπιστόν ἐστιν, ὧν πολλοὺς ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας ἑωράκαμεν ἐναποθνήσκοντας ταῖς πληγαῖς.

δειπνήσας δὲ ὁ εἴρην κατακείμενος τῷ μὲν ᾆσαι προσέταξε τῶν παίδων, τῷ δὲ ἐρώτημά τι προὔβαλε πεφροντισμένης δεόμενον ἀποκρίσεως· οἷον, ὅστις ἄριστος ἐν τοῖς ἀνδράσιν, ἢ ποία τίς ἡ τοῦδε πρᾶξις. ἐκ τούτου δὲ καὶ κρίνειν τὰ καλὰ καὶ πολυπραγμονεῖν εὐθὺς ἐξ ἀρχῆς εἰθίζοντο περὶ τῶν πολιτῶν, τὸ γὰρ ἐρωτηθέντα, τίς πολίτης ἀγαθός, ἢ τίς οὐκ εὐδόκιμος, ἀπορεῖν τοῦ ἀποκρίνασθαι, νωθρᾶς ἐποιοῦντο καὶ πρὸς ἀρετὴν ἀφιλοτίμου ψυχῆς σημεῖον.

ἔδει δὲ τὴν ἀπόκρισιν καὶ[*](τὴν ἀπόκρισιν καὶ Coraës, Sintenis1, and Bekker, with the MSS.: καὶ τὴν ἀπόκρισιν. ) μετʼ αἰτίας εἶναι καὶ ἀποδείξεως εἰς βραχύν τινα συνηγμένης λόγον καὶ σύντομον ὁ δὲ πλημμελῶς ἀποκρινάμενος ἐκολάζετο δῆγμα λαμβάνων ὑπὸ τοῦ εἴρενος εἰς τὸν ἀντίχειρα, πολλάκις δὲ καὶ πρεσβυτέρων παρόντων καὶ ἀρχόντων ὁ εἴρην ἐκόλαζε τοὺς παῖδας, ἀπόδειξιν διδοὺς εἰ μετὰ λόγου καὶ ὡς δεῖ κολάζει, καὶ κολάζων μὲν οὐκ ἐκωλύετο, τῶν δὲ παίδων ἀπελθόντων εὐθύνας ὑπεῖχεν, εἰ τραχύτερον τοῦ δέοντος ἐπετίμησεν ἢ τοὐναντίον ἐκλελυμένως καὶ ἀτόνως.

ἐκοινώνουν δὲ οἱ ἐρασταὶ τοῖς παισὶ τῆς δόξης ἐπʼ ἀμφότερα· καὶ λέγεταί ποτε παιδὸς ἐν τῷ

p.264
μάχεσθαι φωνὴν ἀγεννῆ προεμένου ζημιωθῆναι τὸν ἐραστὴν ὑπὸ τῶν ἀρχόντων, οὕτω δὲ τοῦ ἐρᾶν ἐγκεκριμένου παρʼ αὐτοῖς, ὥστε καὶ τῶν παρθένων ἐρᾶν τὰς καλὰς καὶ ἀγαθὰς γυναῖκας, τὸ ἀντερᾶν οὐκ ἦν, ἀλλὰ μᾶλλον ἀρχὴν ἐποιοῦντο φιλίας πρὸς ἀλλήλους οἱ τῶν αὐτῶν ἐρασθέντες, καὶ διετέλουν κοινῇ σπουδάζοντες ὅπως ἄριστον ἀπεργάσαιντο τὸν ἐρώμενον.