Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

νόμους δὲ γεγραμμένους ὁ Λυκοῦργος

paris.1624.47
οὐκ ἔθηκεν, ἀλλὰ μία τῶν καλουμένων ῥητρῶν ἔστιν αὕτη. τὰ μὲν γάρ κυριώτατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν πόλεως καὶ ἀρετήν, ἐν τοῖς ἤθεσιν ᾤετο καὶ ταῖς ἀγωγαῖς τῶν πολιτῶν ἐγκατεστοιχειωμένα, μένειν ἀκίνητα καὶ βέβαια, ἔχοντα τὴν προαίρεσιν δεσμὸν ἰσχυρότερον τῆς ἀνάγκης, ἣν ἡ παίδευσις ἐμποιεῖ τοῖς νέοις, νομοθέτου διάθεσιν ἀπεργαζομένη περὶ ἕκαστον αὐτῶν.

τὰ δὲ μικρὰ καὶ χρηματικὰ συμβόλαια καὶ

p.242
μεταπίπτοντα ταῖς χρείαις ἄλλοτε ἄλλως, βέλτιον ἦν μὴ καταλαμβάνειν ἐγγράφοις ἀνάγκαις μηδὲ ἀκινήτοις ἔθεσιν, ἀλλʼ ἐᾶν ἐπὶ τῶν καιρῶν, προσθέσεις λαμβάνοντα καὶ ἀφαιρέσεις, ἃς ἂν οἱ πεπαιδευμένοι δοκιμάσωσι. τὸ γὰρ ὅλον καὶ πᾶν τῆς νομοθεσίας ἔργον εἰς τὴν παιδείαν ἀνῆψε.

μία μὲν οὖν τῶν ῥητρῶν ἦν, ὥσπερ εἴρηται, μὴ χρῆσθαι νόμοις ἐγγράφοις. ἑτέρα δὲ πάλιν κατὰ τῆς πολυτελείας, ὅπως οἰκίᾳ πᾶσα τὴν μὲν ὀροφὴν ἀπὸ πελέκεως εἰργασμένην ἔχῃ, τὰς δὲ θύρας ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, ὅπερ γάρ ὕστερον Ἐπαμεινώνδαν εἰπεῖν λέγουσιν ἐπὶ τῆς ἑαυτοῦ τραπέζης, ὡς τὸ τοιοῦτον ἄριστον οὐ χωρεῖ προδοσίαν, τοῦτο πρῶτος ἐνόησε Λυκοῦργος, ὡς οἰκίᾳ τοιαύτη τρυφὴν οὐ χωρεῖ καὶ πολυτέλειαν,

οὐδʼ ἔστιν οὐδεὶς οὕτως ἀπειρόκαλος καὶ ἀνόητος ὥστε εἰς οἰκίαν ἀφελῆ καὶ δημοτικὴν εἰσφέρειν κλίνας ἀργυρόποδας καὶ στρωμνὰς ἁλουργεῖς καὶ χρυσᾶς κύλικας καὶ τὴν τούτοις ἑπομένην πολυτέλειαν, ἀλλʼ ἀνάγκη συναρμόζεσθαι καὶ συνεξομοιοῦν τῇ μὲν οἰκίᾳ τὴν κλίνην, τῇ δὲ κλίνῃ τὴν ἐσθῆτα, ταύτῃ δὲ τὴν ἄλλην χορηγίαν καὶ κατασκευήν.

ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρεσβύτερον ἐν Κορίνθῳ δειπνοῦντα, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν κατασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς τὰ ξύλα φύεται.

τρίτην δὲ ῥήτραν διαμνημονεύουσι τοῦ Λυκούργου, τὴν κωλύουσαν ἐπὶ τοὺς αὐτοὺς πολεμίους

p.244
πολλάκις[*](πολλάκις inserted before στρατεύειν to agree with Morals, p. 227 c; πολεμίους στρατεύειν.) στρατεύειν, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι πολεμικοὶ γένωνται.

καὶ τοῦτὸ γε μάλιστα κατηγοροῦσιν Ἀγησιλάου τοῦ βασιλέως ὕστερον, ὡς ταῖς συνεχέσι καὶ πυκναῖς εἰς τὴν Βοιωτίαν ἐμβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους τοῖς Λακεδαιμονίοις κατασκευάσαντος, διὸ καὶ τετρωμένον αὐτὸν ἰδὼν Ἀνταλκίδας, καλά, ἔφη, τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδὲ εἰδότας μάχεσθαι διδάξας. τὰ μὲν οὖν τοιαῦτα νομοθετήματα ῥήτρας ὠνόμασεν, ὡς παρὰ τοῦ θεοῦ κομιζόμενα [*](κομιζόμενα Cobet, adopting the conjecture of Sintenis2: νομιζόμενα (were believed to come).) καὶ χρησμοὺς ὄντα.