Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔστι μὲν γὰρ ἀβλαβέστατον ζῴων ἁπάντων, μηδὲν ὧν σπείρουσιν ἢ φυτεύουσιν ἢ νέμουσιν ἄνθρωποι σινόμενον, τρέφεται δʼ ἀπὸ νεκρῶν σωμάτων, ἀποκτίννυσι δʼ οὐδὲν οὐδὲ λυμαίνεται ψυχὴν ἔχον, πτηνοῖς δὲ διὰ συγγένειαν οὐδὲ νεκροῖς πρόσεισιν. ἀετοὶ δὲ καὶ γλαῦκες καὶ ἱέρακες ζῶντα κόπτουσι τὰ ὁμόφυλα καὶ φονεύουσι· καίτοι κατʼ Αἰσχύλον

ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;

ἔτι τἆλλα μὲν ἐν ὀφθαλμοῖς ὡς ἔπος εἰπεῖν ἀναστρέφεται καὶ παρέχει διὰ παντὸς αἴσθησιν ἑαυτῶν, ὁ δὲ γὺψ σπάνιόν ἐστι θέαμα, καὶ νεοσσοῖς γυπὸς οὐ ῥᾳδίως ἴσμεν ἐντετυχηκότες, ἀλλὰ καὶ παρέσχεν ἐνίοις ἄτοπον ὑπόνοιαν, ἔξωθεν αὐτοὺς ἀφʼ ἑτέρας τινὸς γῆς καταίρειν ἐνταῦθα, τὸ σπάνιον καὶ μὴ συνεχές, οἷον οἱ μάντεις ἀξιοῦσιν εἶναι τὸ μὴ κατὰ φύσιν μηδʼ ἀφʼ αὑτοῦ, πομπῇ δὲ θείᾳ φαινόμενον.