Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ἀμουλίου δʼ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτʼ οἰκεῖν μὴ ἄρχοντες οὔτʼ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος, ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθʼ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες· αὕτη γὰρ εὐπρεπεστάτη τῶν αἰτιῶν ἐστιν.

ἦν δʼ ἴσως ἀναγκαῖον, οἰκετῶν καὶ ἀποστατῶν πολλῶν ἠθροισμένων πρὸς αὐτούς, ἢ καταλυθῆναι παντάπασι τούτων διασπαρέντων, ἢ συνοικεῖν ἰδίᾳ μετʼ αὐτῶν. ὅτι γὰρ οὐκ ἠξίουν οἱ τὴν Ἄλβην οἰκοῦντες ἀναμειγνύναι τοὺς ἀποστάτας ἑαυτοῖς οὐδὲ προσδέχεσθαι πολίτας, ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας ἔργον, οὐχ ὕβρει τολμηθὲν ἀλλὰ διʼ ἀνάγκην, ἑκουσίων ἀπορίᾳ γάμων· ἐτίμησαν γὰρ αὐτὰς ἁρπάσαντες περιττῶς.