Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔργα δʼ αὐτοῦ καὶ πράξεις ὅμοια τοῖς βλεπομένοις ἀκούων, τὸ δὲ μέγιστον ὡς ἔοικε θεοῦ συμπαρόντος καὶ συνεπευθύνοντος ἀρχὰς μεγάλων πραγμάτων, ἁπτόμενος ὑπονοίᾳ καὶ τύχῃ τῆς ἀληθείας, ἀνέκρινεν ὅστις εἴη καὶ ὅπως γένοιτο, φωνῇ τε πρᾳείᾳ καὶ φιλανθρώπῳ βλέμματι πίστιν αὐτῷ μετʼ ἐλπίδος ἐνδιδούς.

ὁ δὲ θαρρῶν ἔλεγεν· ἀλλʼ οὐδὲν ἀποκρύψομαί σε· καὶ γὰρ εἶναι δοκεῖς Ἀμουλίου βασιλικώτερος. ἀκούεις γὰρ καὶ ἀνακρίνεις πρὶν ἢ κολάζειν· ὁ δʼ ἀκρίτους ἐκδίδωσι. πρότερον μὲν ἑαυτοὺς οἰκετῶν βασιλέως Φαιστύλου καὶ Λαρεντίας ἠπιστάμεθα παῖδας (ἐσμὲν δὲ δίδυμοι), γενόμενοι δʼ ἐν αἰτίᾳ πρὸς σὲ καὶ διαβολαῖς καὶ τοῖς περὶ ψυχῆς ἀγῶσιν, ἀκούομεν μεγάλα περὶ ἑαυτῶν· εἰ δὲ πιστά, κρινεῖν ἔοικε νῦν ὁ κίνδυνος.

γοναὶ μὲν γὰρ ἡμῶν ἀπόρρητοι λέγονται, τροφαὶ δὲ καὶ τιθηνήσεις ἀτοπώτεραι νεογνῶν, οἷς ἐρρίφημεν οἰωνοῖς καὶ θηρίοις, ὑπὸ τούτων τρεφόμενοι, μαστῷ λυκαίνης καὶ δρυοκολάπτου ψωμίσμασιν, ἐν σκάφῃ τινὶ κείμενοι παρὰ τὸν μέγαν ποταμόν. ἔστι δʼ ἡ σκάφη καὶ σῴζεται, χαλκοῖς ὑποζώσμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων, ἃ γένοιτʼ ἂν ὕστερον ἴσως ἀνωφελῆ γνωρίσματα τοῖς τοκεῦσιν ἡμῶν ἀπολομένων.

ὁ μὲν οὖν Νομήτωρ ἔκ τε τῶν λόγων τούτων καὶ πρὸς τὴν ὄψιν εἰκάζων τὸν χρόνον, οὐκ ἔφευγε τὴν ἐλπίδα σαίνουσαν, ἀλλʼ ἐφρόντιζεν ὅπως τῇ θυγατρὶ περὶ τούτων κρύφα συγγενόμενος φράσειεν· ἐφρουρεῖτο γὰρ ἔτι καρτερῶς.

ὁ δὲ Φαιστύλος ἀκούσας τήν τε σύλληψιν τοῦ Ῥέμου καὶ τὴν παράδοσιν, τὸν μὲν Ῥωμύλον ἠξίου βοηθεῖν, τότε σαφῶς διδάξας περὶ τῆς γενέσεως· πρότερον δʼ ὑπῃνίττετο καὶ παρεδήλου τοσοῦτον ὅσον προσέχοντας μὴ μικρὸν φρονεῖν· αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομήτορα, σπουδῆς καὶ δέους μεστὸς ὢν διὰ τὸν καιρόν.

ὑποψίαν οὖν τοῖς περὶ τὰς πύλας φρουροῖς τοῦ βασιλέως παρέχων, καὶ ὑφορώμενος[*](ὑφορώμενος corrected by Bekker to ἐρωτώμενος (questioned).) ὑπʼ αὐτῶν καὶ ταραττόμενος πρὸς τὰς ἀνακρίσεις, οὐκ ἔλαθε τὴν σκάφην τῷ χλαμυδίῳ περικαλύπτων. ἦν δέ τις ἐν αὐτοῖς ἀπὸ τύχης τῶν τὰ παιδάρια ῥῖψαι λαβόντων καὶ γεγονότων περὶ τὴν ἔκθεσιν. οὗτος ἰδὼν τὴν σκάφην τότε καὶ γνωρίσας τῇ κατασκευῇ καὶ τοῖς γράμμασιν, ἔτυχεν ὑπονοίᾳ τοῦ ὄντος καὶ οὐ παρημέλησεν, ἀλλὰ φράσας τὸ πρᾶγμα τῷ βασιλεῖ κατέστησεν εἰς ἔλεγχον.

ἐν δὲ πολλαῖς καὶ μεγάλαις ἀνάγκαις ὁ Φαιστύλος οὔτʼ ἀήττητον ἑαυτὸν διεφύλαξεν, οὔτε παντάπασιν ἐκβιασθείς, σῴζεσθαι μὲν ὡμολόγησε τοὺς παῖδας, εἶναι δʼ ἄπωθεν τῆς Ἄλβης ἔφη νέμοντας· αὐτὸς δὲ τοῦτο πρὸς τὴν Ἰλίαν φέρων βαδίζειν, πολλάκις ἰδεῖν καὶ θιγεῖν ἐπʼ ἐλπίδι βεβαιοτέρᾳ τῶν τέκνων ποθήσασαν.