Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

συναγανακτούντων δὲ τῶν ἐν Ἄλβῃ καὶ δεινὰ πάσχειν οἰομένων τὸν ἄνδρα παρʼ ἀξίαν, κινηθεὶς ὁ Ἀμούλιος αὐτῷ παραδίδωσι τῷ Νομήτορι τὸν Ῥέμον, ὅ τι βούλοιτο χρήσασθαι.

παραλαβὼν δʼ ἐκεῖνος, ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ἀπὸ τοῦ σώματος τὸν νεανίσκον, ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ πάντας, ἐνορῶν δὲ τῷ προσώπῳ τὸ θαρραλέον καὶ ἰταμὸν τῆς ψυχῆς ἀδούλωτον καὶ ἀπαθὲς ὑπὸ τῶν παρόντων,

ἔργα δʼ αὐτοῦ καὶ πράξεις ὅμοια τοῖς βλεπομένοις ἀκούων, τὸ δὲ μέγιστον ὡς ἔοικε θεοῦ συμπαρόντος καὶ συνεπευθύνοντος ἀρχὰς μεγάλων πραγμάτων, ἁπτόμενος ὑπονοίᾳ καὶ τύχῃ τῆς ἀληθείας, ἀνέκρινεν ὅστις εἴη καὶ ὅπως γένοιτο, φωνῇ τε πρᾳείᾳ καὶ φιλανθρώπῳ βλέμματι πίστιν αὐτῷ μετʼ ἐλπίδος ἐνδιδούς.

ὁ δὲ θαρρῶν ἔλεγεν· ἀλλʼ οὐδὲν ἀποκρύψομαί σε· καὶ γὰρ εἶναι δοκεῖς Ἀμουλίου βασιλικώτερος. ἀκούεις γὰρ καὶ ἀνακρίνεις πρὶν ἢ κολάζειν· ὁ δʼ ἀκρίτους ἐκδίδωσι. πρότερον μὲν ἑαυτοὺς οἰκετῶν βασιλέως Φαιστύλου καὶ Λαρεντίας ἠπιστάμεθα παῖδας (ἐσμὲν δὲ δίδυμοι), γενόμενοι δʼ ἐν αἰτίᾳ πρὸς σὲ καὶ διαβολαῖς καὶ τοῖς περὶ ψυχῆς ἀγῶσιν, ἀκούομεν μεγάλα περὶ ἑαυτῶν· εἰ δὲ πιστά, κρινεῖν ἔοικε νῦν ὁ κίνδυνος.

γοναὶ μὲν γὰρ ἡμῶν ἀπόρρητοι λέγονται, τροφαὶ δὲ καὶ τιθηνήσεις ἀτοπώτεραι νεογνῶν, οἷς ἐρρίφημεν οἰωνοῖς καὶ θηρίοις, ὑπὸ τούτων τρεφόμενοι, μαστῷ λυκαίνης καὶ δρυοκολάπτου ψωμίσμασιν, ἐν σκάφῃ τινὶ κείμενοι παρὰ τὸν μέγαν ποταμόν. ἔστι δʼ ἡ σκάφη καὶ σῴζεται, χαλκοῖς ὑποζώσμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων, ἃ γένοιτʼ ἂν ὕστερον ἴσως ἀνωφελῆ γνωρίσματα τοῖς τοκεῦσιν ἡμῶν ἀπολομένων.

ὁ μὲν οὖν Νομήτωρ ἔκ τε τῶν λόγων τούτων καὶ πρὸς τὴν ὄψιν εἰκάζων τὸν χρόνον, οὐκ ἔφευγε τὴν ἐλπίδα σαίνουσαν, ἀλλʼ ἐφρόντιζεν ὅπως τῇ θυγατρὶ περὶ τούτων κρύφα συγγενόμενος φράσειεν· ἐφρουρεῖτο γὰρ ἔτι καρτερῶς.