Romulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
συναγανακτούντων δὲ τῶν ἐν Ἄλβῃ καὶ δεινὰ πάσχειν οἰομένων τὸν ἄνδρα παρʼ ἀξίαν, κινηθεὶς ὁ Ἀμούλιος αὐτῷ παραδίδωσι τῷ Νομήτορι τὸν Ῥέμον, ὅ τι βούλοιτο χρήσασθαι.
παραλαβὼν δʼ ἐκεῖνος, ὡς ἧκεν οἴκαδε, θαυμάζων μὲν ἀπὸ τοῦ σώματος τὸν νεανίσκον, ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ πάντας, ἐνορῶν δὲ τῷ προσώπῳ τὸ θαρραλέον καὶ ἰταμὸν τῆς ψυχῆς ἀδούλωτον καὶ ἀπαθὲς ὑπὸ τῶν παρόντων,
ἔργα δʼ αὐτοῦ καὶ πράξεις ὅμοια τοῖς βλεπομένοις ἀκούων, τὸ δὲ μέγιστον ὡς ἔοικε θεοῦ συμπαρόντος καὶ συνεπευθύνοντος ἀρχὰς μεγάλων πραγμάτων, ἁπτόμενος ὑπονοίᾳ καὶ τύχῃ τῆς ἀληθείας, ἀνέκρινεν ὅστις εἴη καὶ ὅπως γένοιτο, φωνῇ τε πρᾳείᾳ καὶ φιλανθρώπῳ βλέμματι πίστιν αὐτῷ μετʼ ἐλπίδος ἐνδιδούς.