Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδʼ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλʼ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δʼ αὐτὸν ὑφʼ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας.

καίτοι Σκηπίων ἔκειτο νεκρὸς ἐμφανὴς ἰδεῖν πᾶσι, καὶ τὸ σῶμα παρεῖχε πᾶσιν ὁρώμενον ὑποψίαν τινὰ τοῦ πάθους καὶ κατανόησιν· Ῥωμύλου δʼ ἄφνω μεταλλάξαντος οὔτε μέρος ὤφθη σώματος οὔτε λείψανον ἐσθῆτος. ἀλλʼ οἱ μὲν εἴκαζον ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου τοὺς βουλευτὰς ἐπαναστάντας αὐτῷ καὶ διαφθείραντας, νείμαντας τὸ σῶμα καὶ μέρος ἕκαστον ἐνθέμενον εἰς τὸν κόλπον ἐξενεγκεῖν·

ἕτεροι δʼ οἴονται μήτʼ ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου μήτε μόνων τῶν βουλευτῶν παρόντων γενέσθαι τὸν ἀφανισμόν, ἀλλὰ τυχεῖν μὲν ἔξω περὶ τὸ καλούμενον αἰγὸς [ἢ ζορκὸς] ἕλος ἐκκλησίαν ἄγοντα τὸν Ῥωμύλον, ἄφνω δὲ θαυμαστὰ καὶ κρείττονα λόγου περὶ τὸν ἀέρα πάθη γενέσθαι καὶ μεταβολὰς ἀπίστους· τοῦ μὲν γὰρ ἡλίου τὸ φῶς ἐκλιπεῖν, νύκτα δὲ κατασχεῖν οὐ πρᾳεῖαν οὐδʼ ἥσυχον, ἀλλὰ βροντάς τε δεινὰς καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνόντων πανταχόθεν ἔχουσαν·