Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκ τούτου λοιμὸς ἐμπίπτει, θανάτους μὲν αἰφνιδίους ἀνθρώποις ἄνευ νόσων ἐπιφέρων, ἁπτόμενος δὲ καὶ καρπῶν ἀφορίαις καὶ θρεμμάτων ἀγονίαις. ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις, ὥστε πολλὴν προσγενέσθαι τοῖς ἀναγκαίοις πάθεσι δεισιδαιμονίαν. ἐπεὶ δὲ καὶ τοῖς τὸ Λαύρεντον οἰκοῦσιν ὅμοια συνέβαινεν, ἤδη παντάπασιν ἐδόκει τῶν ἐπὶ Τατίῳ συγκεχυμένων δικαίων ἐπί τε τοῖς πρέσβεσι φονευθεῖσι μήνιμα δαιμόνιον ἀμφοτέρας ἐλαύνειν τὰς πόλεις.

ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων παρʼ ἀμφοτέροις, ἐλώφησεν ἐπιδήλως τὰ δεινά, καὶ καθαρμοῖς ὁ Ῥωμύλος ἥγνισε τὰς πόλεις, οὓς ἔτι νῦν ἱστοροῦσιν ἐπὶ τῆς Φερεντίνης πύλης συντελεῖσθαι.

πρὶν δὲ λῆξαι τὸν λοιμόν, ἐπέθεντο Καμέριοι Ῥωμαίοις καὶ κατέδραμον τὴν χώραν, ὡς ἀδυνάτων ἀμύνεσθαι διὰ τὸ πάθος.

εὐθὺς οὖν ὁ Ῥωμύλος ἐστράτευσεν ἐπʼ αὐτούς, καὶ μάχῃ κρατήσας ἑξακισχιλίους ἀπέκτεινε, καὶ τὴν πόλιν ἑλών, τοὺς μὲν ἡμίσεις τῶν περιγενομένων εἰς Ῥώμην ἐξῴκισε, τῶν δʼ ὑπομενόντων διπλασίους ἐκ Ῥώμης μετῴκισεν εἰς τὴν Καμερίαν Σεξτιλίαις καλάνδαις. τοσοῦτον αὐτῷ περιῆν πολιτῶν ἑκκαίδεκα ἔτη σχεδὸν οἰκοῦντι τὴν Ῥώμην. ἐν δὲ τοῖς ἄλλοις λαφύροις καὶ χαλκοῦν ἐκόμισε τέθριππον ἐκ Καμερίας· τοῦτο δὲ ἀνέστησεν ἐν τῷ ἱερῷ τοῦ Ἡφαίστου, ποιησάμενος ἑαυτὸν ὑπὸ Νίκης στεφανούμενον.

οὕτω δὲ ῥωννυμένοις τοῖς πράγμασιν οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπεδύοντο καὶ τυγχάνοντες ἀδείας ἠγάπων, οἱ δὲ δυνατοὶ δεδιότες καὶ φθονοῦντες, οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλʼ ἐνίστασθαι τῇ αὐξήσει καὶ κολούειν τὸν Ῥωμύλον. πρῶτοι δὲ Τυρρηνῶν Οὐήϊοι, χώραν κεκτημένοι πολλὴν καὶ πόλιν μεγάλην οἰκοῦντες, ἀρχὴν ἐποιήσαντο πολέμου Φιδήνην ἀπαιτεῖν ὡς προσήκουσαν αὐτοῖς.

τὸ δʼ οὐκ ἄδικον ἦν μόνον, ἀλλὰ καὶ γελοῖον, ὅτι κινδυνεύουσι τότε καὶ πολεμουμένοις οὐ προσαμύναντες, ἀλλʼ ἐάσαντες ἀπολέσθαι τοὺς ἄνδρας, οἰκίας καὶ γῆν ἀπαιτοῖεν ἄλλων ἐχόντων. καθυβρισθέντες οὖν ὑπὸ τοῦ Ῥωμύλου [ἐν] ταῖς ἀποκρίσεσι, δίχα διεῖλον ἑαυτούς, καὶ τῷ μὲν ἐπέκειντο τῷ Φιδηνατῶν στρατεύματι, τῷ δὲ πρὸς Ῥωμύλον ἀπήντων. πρὸς μὲν οὖν Φιδήναις δισχιλίους Ῥωμαίων κρατήσαντες ἀπέκτειναν, ὑπὸ Ῥωμύλου δὲ νικηθέντες ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον.

αὖθις δὲ περὶ Φιδήνην ἐμαχέσαντο, καὶ τὸ μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι, πάντες ὁμολογοῦσι, τὸ δʼ ὑπʼ ἐνίων λεγόμενον κομιδῇ μυθῶδές ἐστι, μᾶλλον δʼ ὅλως ἄπιστον, ὅτι μυρίων καὶ τετρακισχιλίων πεσόντων ὑπερημίσεις ἦσαν οὓς αὐτὸς ἰδίᾳ χειρὶ Ῥωμύλος ἔκτεινεν, ὅπου καὶ Μεσσήνιοι κόμπῳ χρήσασθαι δοκοῦσι περὶ Ἀριστομένους λέγοντες, ὡς τρὶς ἑκατομφόνια θύσειεν ἀπὸ Λακεδαιμονίων.