Romulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
καὶ τοῦτο μόνον αὐτοῖς ὑπῆρξεν αἴτιον ἐμφανοῦς διαφορᾶς· τὰ δʼ ἄλλα κατακοσμοῦντες ἑαυτούς, ὡς ἔνι μάλιστα κοινῶς ἐχρῶντο καὶ μεθʼ ὁμονοίας τοῖς πράγμασιν. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι πάσης ἐξειργόμενοι δίκης νομίμου διὰ τὸν Τάτιον, ἀποκτιννύουσιν αὐτὸν ἐν Λαβινίῳ θύοντα μετὰ Ῥωμύλου προσπεσόντες, τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα προὔπεμψαν εὐφημοῦντες.
ὁ δὲ τὸ μὲν σῶμα τοῦ Τατίου κομίσας ἐντίμως ἔθαψε, καὶ κεῖται περὶ τὸ καλούμενον Ἀρμιλούστριον ἐν Ἀουεντίνῳ, τῆς δὲ δίκης τοῦ φόνου παντάπασιν ἠμέλησεν. ἔνιοι δὲ τῶν συγγραφέων ἱστοροῦσι, τὴν μὲν πόλιν τῶν Λαυρεντίων φοβηθεῖσαν ἐκδιδόναι τοὺς αὐτόχειρας Τατίου, τὸν δὲ Ῥωμύλον ἀφεῖναι, φήσαντα φόνον φόνῳ λελύσθαι.