Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

λέγεται δὲ καὶ τὴν περὶ τὸ πῦρ ἁγιστείαν Ῥωμύλον καταστῆσαι πρῶτον, ἀποδείξαντα παρθένους ἱερὰς Ἑστιάδας προσαγορευομένας. οἱ δὲ τοῦτο μὲν εἰς Νομᾶν ἀναφέρουσι, τὰ δʼ ἄλλα τὸν Ῥωμύλον θεοσεβῆ διαφερόντως, ἔτι δὲ μαντικὸν ἱστοροῦσι γενέσθαι, καὶ φορεῖν ἐπὶ μαντικῇ τὸ καλούμενον λίτυον· ἔστι δὲ καμπύλη ῥάβδος, ᾗ τὰ πλινθία καθεζομένους ἐπʼ οἰωνῶν διαγράφειν.

τοῦτο δʼ ἐν Παλατίῳ φυλαττόμενον ἀφανισθῆναι, περὶ τὰ Κελτικὰ τῆς πόλεως ἁλούσης· εἶτα μέντοι τῶν βαρβάρων ἐκπεσόντων εὑρεθῆναι κατὰ τέφρας βαθείας, ἀπαθὲς ὑπὸ τοῦ πυρὸς ἐν πᾶσι τοῖς ἄλλοις ἀπολωλόσι καὶ διεφθαρμένοις.

ἔθηκε δὲ καὶ νόμους τινάς, ὧν σφοδρὸς μέν ἐστιν ὁ γυναικὶ μὴ διδοὺς ἀπολείπειν ἄνδρα, γυναῖκα δὲ διδοὺς ἐκβάλλειν[*](ἐκβάλλειν Bekker, after Coraës: ἐκβαλεῖν.) ἐπὶ φαρμακείᾳ τέκνων ἢ κλειδῶν ὑποβολῇ[*](ἐπὶ φαρμακείᾳ καὶ τέκνων ὑποβολῇ with Cobet: ἐπὶ φαρμακείᾳ τέκνων ἢ κλειδῶν ὑποβολῇ (for poisoning his children or counterfeiting his keys).) καὶ μοιχευθεῖσαν· εἰ δʼ ἄλλως τις ἀποπέμψαιτο, τῆς οὐσίας αὐτοῦ τὸ μὲν τῆς γυναικὸς εἶναι, τὸ δὲ τῆς Δήμητρος ἱερὸν κελεύων· τὸν δʼ ἀποδόμενον γυναῖκα θύεσθαι χθονίοις θεοῖς.

ἴδιον δὲ τὸ μηδεμίαν δίκην κατὰ πατροκτόνων ὁρίσαντα, πᾶσαν ἀνδροφονίαν πατροκτονίαν προσειπεῖν, ὡς τούτου μὲν ὄντος ἐναγοῦς, ἐκείνου δʼ ἀδυνάτου. καὶ μέχρι χρόνων πολλῶν ἔδοξεν ὀρθῶς ἀπογνῶναι τὴν τοιαύτην ἀδικίαν· οὐδεὶς γὰρ ἔδρασε τοιοῦτον οὐδὲν ἐν Ῥώμῃ σχεδὸν ἐτῶν ἑξακοσίων διαγενομένων, ἀλλὰ πρῶτος μετὰ τὸν Ἀννιβιακὸν πόλεμον ἱστορεῖται Λεύκιος Ὅστιος πατροκτόνος γενέσθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.

ἔτει δὲ πέμπτῳ τῆς Τατίου βασιλείας οἰκεῖοί τινες αὐτοῦ καὶ συγγενεῖς πρέσβεσιν ἀπὸ Λαυρέντου βαδίζουσιν εἰς Ῥώμην ἐντυχόντες καθʼ ὁδόν, ἐπεχείρουν ἀφαιρεῖσθαι τὰ χρήματα βίᾳ, καὶ μὴ προϊεμένους ἀλλʼ ἀμυνομένους ἀνεῖλον. ἔργου δὲ δεινοῦ τολμηθέντος, ὁ μὲν Ῥωμύλος εὐθὺς δεῖν ᾤετο κολάζεσθαι τοὺς ἀδικήσαντας, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε.

καὶ τοῦτο μόνον αὐτοῖς ὑπῆρξεν αἴτιον ἐμφανοῦς διαφορᾶς· τὰ δʼ ἄλλα κατακοσμοῦντες ἑαυτούς, ὡς ἔνι μάλιστα κοινῶς ἐχρῶντο καὶ μεθʼ ὁμονοίας τοῖς πράγμασιν. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι πάσης ἐξειργόμενοι δίκης νομίμου διὰ τὸν Τάτιον, ἀποκτιννύουσιν αὐτὸν ἐν Λαβινίῳ θύοντα μετὰ Ῥωμύλου προσπεσόντες, τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα προὔπεμψαν εὐφημοῦντες.

ὁ δὲ τὸ μὲν σῶμα τοῦ Τατίου κομίσας ἐντίμως ἔθαψε, καὶ κεῖται περὶ τὸ καλούμενον Ἀρμιλούστριον ἐν Ἀουεντίνῳ, τῆς δὲ δίκης τοῦ φόνου παντάπασιν ἠμέλησεν. ἔνιοι δὲ τῶν συγγραφέων ἱστοροῦσι, τὴν μὲν πόλιν τῶν Λαυρεντίων φοβηθεῖσαν ἐκδιδόναι τοὺς αὐτόχειρας Τατίου, τὸν δὲ Ῥωμύλον ἀφεῖναι, φήσαντα φόνον φόνῳ λελύσθαι.

τοῦτο δὲ λόγον μέν τινα παρέσχε καὶ ὑποψίαν, ὡς ἀσμένῳ γέγονεν αὐτῷ τὸ τοῦ συνάρχοντος ἀπαλλαγῆναι, τῶν δὲ πραγμάτων οὐδὲν διετάραξεν, οὐδὲ διεστασίασε τοὺς Σαβίνους, ἀλλʼ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς αὐτόν, οἱ δὲ φόβῳ τῆς δυνάμεως, οἱ δʼ ὡς θεῶν χρώμενον εἰς πᾶν εὐνοίᾳν,[*](χρώμενοι εἰς πᾶσαν εὔνοιαν MSS., Coraës; Bekker corrects to χ ώμενον εἰς πᾶν εὐμενεῖ (because heaven favoured him in all his undertakings.)) θαυμάζοντες διετέλουν.