Romulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐβουλεύοντο δʼ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετʼ ἀλλήλων, ἀλλʼ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν, εἶθʼ οὕτως εἰς ταὐτὸν ἅπαντας συνῆγον. ᾤκει δὲ Τάτιος μὲν ὅπου νῦν ὁ τῆς Μονήτης ναός ἐστι, Ῥωμύλος δὲ παρὰ τοὺς λεγομένους βαθμοὺς καλῆς ἀκτῆς.[*](καλῆς ἀκτῆς a corruption of Κάκου? Cf. Diodorus, iv. 21, 2.) οὗτοι δʼ εἰσὶ περὶ τὴν εἰς τὸν ἱππόδρομον τὸν μέγαν ἐκ Παλατίου κατάβασιν.
ἐνταῦθα δὲ καὶ τὴν κράνειαν ἔφασαν τὴν ἱερὰν γεγονέναι, μυθολογοῦντες ὅτι πειρώμενος ὁ Ῥωμύλος αὑτοῦ λόγχην ἀκοντίσειεν ἀπὸ τοῦ Ἀουεντίνου, τὸ ξυστὸν ἔχουσαν κρανείας· καταδύσης δὲ τῆς αἰχμῆς εἰς βάθος, ἀνασπάσαι μὲν οὐδεὶς πειρωμένων πολλῶν ἴσχυσε, τὸ δὲ ξύλον ἔστεξεν ἡ γῆ ζώφυτος οὖσα, καὶ βλαστοὺς ἀνῆκε καὶ στέλεχος εὐμέγεθες κρανείας ἔθρεψε. τοῦτο δʼ οἱ μετὰ Ῥωμύλον ὡς ἕν τι τῶν ἁγιωτάτων ἱερῶν φυλάττοντες καὶ σεβόμενοι περιετείχισαν.