Romulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
κτισθείσης δὲ τῆς πόλεως, πρῶτον μὲν ὅσον ἦν ἐν ἡλικίᾳ πλῆθος εἰς συντάγματα στρατιωτικὰ διεῖλεν. ἕκαστον δὲ σύνταγμα πεζῶν τρισχιλίων ἦν καὶ τριακοσίων ἱππέων. ἐκλήθη δὲ λεγεὼν τῷ λογάδας εἶναι τοὺς μαχίμους ἐκ πάντων. ἔπειτα τοῖς μὲν ἄλλοις ἐχρῆτο δήμῳ, καὶ ποπούλους ὠνομάσθη τὸ πλῆθος· ἑκατὸν δὲ τοὺς ἀρίστους ἀπέδειξε βουλευτάς, καὶ αὐτοὺς μὲν πατρικίους, τὸ δὲ σύστημα σενᾶτον προσηγόρευσεν.
ὁ μὲν οὖν σενᾶτος ἀτρεκῶς γερουσίαν σημαίνει· πατρικίους δὲ τοὺς βουλευτὰς κληθῆναι λέγουσιν οἱ μὲν ὅτι παίδων γνησίων πατέρες ἦσαν, οἱ δὲ μᾶλλον ὡς αὐτοὺς ἔχοντας ἑαυτῶν ἀποδεῖξαι πατέρας, ὅπερ οὐ πολλοῖς ὑπῆρξε τῶν πρώτων εἰς τὴν πόλιν συρρεόντων· οἱ δʼ ἀπὸ τῆς πατρωνείας· οὕτω γὰρ ἐκάλουν τὴν προστασίαν καὶ καλοῦσιν ἄχρι νῦν, οἰόμενοι Πάτρωνά τινα τῶν σὺν Εὐάνδρῳ παραγενομένων, κηδεμονικὸν τῶν ὑποδεεστέρων ὄντα καὶ βοηθητικόν, ἀφʼ αὑτοῦ τῷ πράγματι ταύτην τὴν προσηγορίαν ἀπολιπεῖν.