Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τότε δὲ παντάπασιν ἦν φανερὸς πεπονθὼς ὅπερ ὕστερον χρόνοις πολλοῖς Θεμιστοκλῆς ἔπαθε, καὶ εἶπεν ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ Μιλτιάδου τρόπαιον· οὕτως ἐκείνῳ τοῦ Ἡρακλέους θαυμάζοντι τὴν ἀρετήν, καὶ νύκτωρ ὄνειρος ἦσαν αἱ πράξεις, καὶ μεθʼ ἡμέραν ἐξῆγεν αὐτὸν ὁ ζῆλος καὶ ἀνηρέθιζε ταὐτὰ πράττειν διανοούμενον.

ἐτύγχανον δὲ καὶ γένους κοινωνοῦντες ἐξ ἀνεψιῶν ὄντες. Αἴθρα μὲν γὰρ ἦν Πιτθέως θυγάτηρ, Ἀλκμήνη δὲ Λυσιδίκης, Λυσιδίκη δὲ καὶ Πιτθεὺς ἀδελφοὶ γεγονότες ἐξ Ἱπποδαμείας καὶ Πέλοπος. δεινὸν οὖν ἐποιεῖτο καὶ οὐκ ἀνεκτὸν ἐκεῖνον μὲν ἐπὶ τοὺς πανταχοῦ πονηροὺς βαδίζοντα καθαίρειν γῆν καὶ θάλατταν, αὐτὸν δὲ τοὺς ἐμποδὼν ἄθλους ἀποδιδράσκειν,

τὸν μὲν λόγῳ καὶ δόξῃ πατέρα καταισχύνων διὰ θαλάττης φυγῇ κομιζόμενος, τῷ δὲ ὄντι προσφέρων γνωρίσματα πέδιλα καὶ ξίφος ἀναίμακτον, οὐκ ἔργοις εὐθὺς ἀγαθοῖς καὶ πράξεσι παρέχων ἐμφανῆ χαρακτῆρα τῆς εὐγενείας. τοιούτῳ φρονήματι καὶ τοιούτοις λογισμοῖς ἐξώρμησεν, ὡς ἀδικήσων μὲν οὐδένα, τοὺς δὲ ὑπάρχοντας βίας ἀμυνούμενος.