Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἦν οὖν ὀλέθριος ἡ πορεία τοῖς Ἀθήναζε πεζῇ βαδίζουσιν ἐκ Πελοποννήσου· καὶ τῶν κακούργων ἕκαστον ἐξηγούμενος Πιτθεὺς ὁποῖος εἴη καὶ ὁποῖα δρῴη περὶ τοὺς ξένους, ἔπειθε τὸν Θησέα κομίζεσθαι διὰ θαλάττης. τὸν δὲ πάλαι μέν, ὡς ἔοικε, λεληθότως διέκαιεν ἡ δόξα τῆς Ἡρακλέους ἀρετῆς, καὶ πλεῖστον ἐκείνου λόγον εἶχε, καὶ προθυμότατος ἀκροατὴς ἐγίνετο τῶν διηγουμένων ἐκεῖνον οἷος εἴη, μάλιστα δὲ τῶν αὐτὸν ἑωρακότων καὶ πράττοντι καὶ λέγοντι προστετυχηκότων·

τότε δὲ παντάπασιν ἦν φανερὸς πεπονθὼς ὅπερ ὕστερον χρόνοις πολλοῖς Θεμιστοκλῆς ἔπαθε, καὶ εἶπεν ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ Μιλτιάδου τρόπαιον· οὕτως ἐκείνῳ τοῦ Ἡρακλέους θαυμάζοντι τὴν ἀρετήν, καὶ νύκτωρ ὄνειρος ἦσαν αἱ πράξεις, καὶ μεθʼ ἡμέραν ἐξῆγεν αὐτὸν ὁ ζῆλος καὶ ἀνηρέθιζε ταὐτὰ πράττειν διανοούμενον.