Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ταῦτα δὲ αὐτοῦ πραγματευομένου μεγάλην ῥοπὴν ὁ πόλεμος τῷ νεωτερισμῷ προσέθηκε, τῶν Τυνδαριδῶν ἐπελθόντων· οἱ δὲ καὶ ὅλως φασὶν ὑπὸ τούτου πεισθέντας ἐλθεῖν.

τὸ μὲν οὖν πρῶτον οὐδὲν ἠδίκουν, ἀλλʼ ἀπῄτουν τὴν ἀδελφήν. ἀποκριναμένων δὲ τῶν ἐν ἄστει μήτε ἔχειν μήτε γινώσκειν ὅπου καταλέλειπται, πρὸς πόλεμον ἐτράποντο.

φράζει δὲ αὐτοῖς Ἀκάδημος ᾐσθημένος ᾧ δή τινι τρόπῳ τὴν ἐν Ἀφίδναις κρύψιν αὐτῆς. ὅθεν ἐκείνῳ τε τιμαὶ ζῶντι παρὰ τῶν Τυνδαριδῶν ἐγένοντο, καὶ πολλάκις ὕστερον εἰς τὴν Ἀττικὴν ἐμβαλόντες Λακεδαιμόνιοι καὶ πᾶσαν ὁμοῦ τὴν χώραν τέμνοντες, τῆς Ἀκαδημείας ἀπείχοντο διὰ τὸν Ἀκάδημον.