Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Θησέως τὸ μὲν πατρῷον γένος εἰς Ἐρεχθέα καὶ τοὺς πρώτους αὐτόχθονας ἀνήκει, τῷ δὲ μητρῴῳ Πελοπίδης ἦν. Πέλοψ γὰρ οὐ χρημάτων πλήθει μᾶλλον ἢ παίδων μέγιστον ἴσχυσε τῶν ἐν Πελοποννήσῳ βασιλέων, πολλὰς μὲν ἐκδόμενος θυγατέρας τοῖς ἀρίστοις, πολλοὺς δὲ ταῖς πόλεσιν υἱοὺς ἐγκατασπείρας ἄρχοντας· ὧν εἷς γενόμενος Πιτθεύς, ὁ Θησέως πάππος, πόλιν μὲν οὐ μεγάλην τὴν Τροιζηνίων ᾤκισε, δόξαν δὲ μάλιστα πάντων ὡς ἀνὴρ λόγιος ἐν τοῖς τότε καὶ σοφώτατος ἔσχεν.

ἦν δὲ τῆς σοφίας ἐκείνης τοιαύτη τις, ὡς ἔοικεν, ἰδέα καὶ δύναμις, οἵᾳ χρησάμενος Ἡσίοδος εὐδοκίμει μάλιστα περὶ τὰς ἐν τοῖς Ἔργοις γνωμολογίας. καὶ μίαν γε τούτων ἐκείνην λέγουσι Πιτθέως εἶναι,

  1. μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
Verse 370. τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος εἴρηκεν, ὁ δʼ Εὐριπίδης, τὸν Ἱππόλυτον ἁγνοῦ Πιτθέως παίδευμα προσειπών, ἐμφαίνει τὴν περὶ τὸν Πιτθέα δόξαν.