Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

δεικνύουσι δὲ καὶ Μεγαρεῖς Ἀμαζόνων θήκην παρʼ αὑτοῖς, ἐπὶ τὸν καλούμενον Ῥοῦν βαδίζουσιν ἐξ ἀγορᾶς, ὅπου τὸ Ῥομβοειδές. λέγεται δὲ καὶ περὶ Χαιρώνειαν ἑτέρας ἀποθανεῖν, καὶ ταφῆναι παρὰ τὸ ῥευμάτιον ὃ πάλαι μέν, ὡς ἔοικε, Θερμώδων, Αἵμων δὲ νῦν καλεῖται· περὶ ὧν ἐν τῷ Δημοσθένους βίῳ γέγραπται. φαίνονται δὲ μηδὲ Θεσσαλίαν ἀπραγμόνως αἱ Ἀμαζόνες διελθοῦσαι· τάφοι γὰρ αὐτῶν ἔτι καὶ νῦν δείκνυνται περὶ τὴν Σκοτουσαίαν καὶ τὰς Κυνὸς κεφαλάς.

ταῦτα μὲν οὖν ἄξια μνήμης περὶ τῶν Ἀμαζόνων. ἣν γὰρ ὁ τῆς Θησηΐδος ποιητὴς Ἀμαζόνων ἐπανάστασιν γέγραφε, Θησεῖ γαμοῦντι Φαίδραν τῆς Ἀντιόπης ἐπιτιθεμένης καὶ τῶν μετʼ αὐτῆς Ἀμαζόνων ἀμυνομένων καὶ κτείνοντος αὐτὰς Ἡρακλέους, περιφανῶς ἔοικε μύθῳ καὶ πλάσματι.

τῆς δὲ Ἀντιόπης ἀποθανούσης ἔγημε Φαίδραν, ἔχων υἱὸν Ἱππόλυτον ἐξ Ἀντιόπης, ὡς δὲ Πίνδαρός φησι, Δημοφῶντα. τὰς δὲ περὶ ταύτην καὶ τὸν υἱὸν αὐτοῦ δυστυχίας, ἐπεὶ μηδὲν ἀντιπίπτει πίπτει παρὰ τῶν ἱστορικῶν τοῖς τραγικοῖς, οὕτως ἔχειν θετέον ὡς ἐκεῖνοι πεποιήκασιν ἅπαντες.

εἰσὶ μέντοι λόγοι περὶ γάμων Θησέως καὶ ἕτεροι, τὴν σκηνὴν διαπεφευγότες, οὔτε ἀρχὰς εὐγνώμονας οὔτε εὐτυχεῖς τελευτὰς ἔχοντες. καὶ γὰρ Ἀναξώ τινα Τροιζηνίαν ἁρπάσαι λέγεται, καὶ Σίνιν ἀποκτείνας καὶ Κερκύονα συγγενέσθαι βία ταῖς θυγατράσιν αὐτῶν· γῆμαι δὲ καὶ Περίβοιαν τὴν Αἴαντος μητέρα καὶ Φερέβοιαν αὖθις καὶ Ἰόπην τὴν Ἰφικλέους·

καὶ διὰ τὸν Αἴγλης ἔρωτα τῆς Πανοπέως, ὥσπερ εἴρηται, τὴν Ἀριάδνης ἀπόλειψιν αἰτιῶνται μὴ καλὴν γενέσθαι μηδὲ πρέπουσαν· ἐπὶ πᾶσι δὲ τὴν Ἑλένης ἁρπαγὴν πολέμου μὲν ἐμπλῆσαι τὴν Ἀττικήν, αὐτῷ δὲ εἰς φυγὴν καὶ ὄλεθρον τελευτῆσαι· περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται.