Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δὲ Δευκαλίων ὁ υἱὸς αὐτοῦ πολεμικῶς ἔχων πρὸς τοὺς Ἀθηναίους ἔπεμψεν, ἐκδιδόναι Δαίδαλον αὑτῷ κελεύων ἢ τοὺς παῖδας ἀποκτενεῖν ἀπειλῶν οὓς ἔλαβεν ὁμήρους ὁ Μίνως, τούτῳ μὲν ἀπεκρίνατο πρᾴως ὁ Θησέυς, παραιτούμενος ἀνεψιὸν ὄντα Δαίδαλον κἀκείνῳ κατὰ γένος προσήκοντα, μητρὸς ὄντα Μερόπης τῆς Ἐρεχθέως, αὐτὸς δὲ ναυπηγίαν ἐπεβάλετο, τὴν μὲν ἐν Θυμαιταδῶν αὐτόθι μακρὰν τῆς ξενικῆς ὁδοῦ, τὴν δὲ διὰ Πιτθέως ἐν Τροιζῆνι, βουλόμενος λανθάνειν.

γενομένων δὲ ἑτοίμων ἐξέπλευσε τόν τε Δαίδαλον ἔχων καὶ φυγάδας ἐκ Κρήτης καθηγεμόνας· οὐδενὸς δὲ προειδότος, ἀλλὰ ναῦς φιλίας οἰομένων τῶν Κρητῶν προσφέρεσθαι, τοῦ λιμένος κρατήσας καὶ ἀποβὰς ἔφθασεν εἰς τὴν Κνωσσὸν παρελθών· καὶ μάχην ἐν πύλαις τοῦ Λαβυρίνθου συνάψας ἀπέκτεινε τὸν Δευκαλίωνα καὶ τοὺς δορυφόρους.

ἐν δὲ τοῖς πράγμασι τῆς Ἀριάδνης γενομένης, σπεισάμενος πρὸς αὐτὴν τούς τε ἠϊθέους ἀνέλαβε καὶ φιλίαν ἐποίησε τοῖς Ἀθηναίοις πρὸς τοὺς Κρῆτας, ὀμόσαντας μηδέποτε πολέμου κατάρξειν.