Theseus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δʼ οὖν καθῆκεν ὁ χρόνος τοῦ τρίτου δασμοῦ, καὶ παρέχειν ἔδει τοὺς πατέρας ἐπὶ τὸν κλῆρον οἷς ἦσαν ἠΐθεοι παῖδες, αὖθις ἀνεφύοντο τῷ Αἰγεῖ διαβολαὶ πρὸς τοὺς πολίτας, ὀδυρομένους καὶ ἀγανακτοῦντας ὅτι πάντων αἴτιος ὢν ἐκεῖνος, οὐδὲν μέρος ἔχει τῆς κολάσεως μόνος, ἀλλʼ ἐπὶ νόθῳ καὶ ξένῳ παιδὶ τὴν ἀρχὴν πεποιημένος αὐτοὺς περιορᾷ γνησίων ἐρήμους καὶ ἄπαιδας ἀπολειπομένους.

ταῦτʼ ἠνία τὸν Θησέα, καὶ δικαιῶν μὴ ἀμελεῖν, ἀλλὰ κοινωνεῖν τῆς τύχης τοῖς πολίταις, ἐπέδωκεν ἑαυτὸν ἄνευ κλήρου προσελθών. καὶ τοῖς μὲν ἄλλοις τό τε φρόνημα θαυμαστὸν ἐφάνη καὶ τὸ δημοτικὸν ἠγάπησαν, ὁ δὲ Αἰγεύς, ἐπεὶ δεόμενος καὶ καθικετεύων ἀμετάπειστον ἑώρα καὶ ἀμετάτρεπτον, ἀπεκλήρωσε τοὺς ἄλλους παῖδας.

Ἑλλάνικος δέ φησιν οὐ τοὺς λαχόντας ἀπὸ κλήρου καὶ τὰς λαχούσας ἐκπέμπειν τὴν πόλιν, αὐτὸν δὲ τὸν Μίνω παραγινόμενον ἐκλέγεσθαι καὶ τὸν Θησέα πάντων ἑλέσθαι πρῶτον ἐπὶ τοῖς ὁρισθεῖσιν· ὡρισμένον δʼ εἶναι τὴν μὲν ναῦν Ἀθηναίους παρέχειν, ἐμβάντας δὲ πλεῖν σὺν αὐτῷ τοὺς ἠϊθέους μηδὲν ὅπλον ἀρήϊον ἐπιφερομένους, ἀπολομένου δὲ τοῦ Μινωταύρου πέρας ἔχειν τὴν ποινήν.

πρότερον μὲν οὖν οὐδεμία σωτηρίας ἐλπὶς ὑπέκειτο· διὸ καὶ μέλαν ἱστίον ἔχουσαν, ὡς ἐπὶ συμφορᾷ προδήλῳ, τὴν ναῦν ἔπεμπον· τότε δὲ τοῦ Θησέως τὸν πατέρα θαρρύνοντος καὶ μεγαληγοροῦντος ὡς χειρώσεται τὸν Μινώταυρον, ἔδωκεν ἕτερον ἱστίον λευκὸν τῷ κυβερνήτῃ, κελεύσας ὑποστρέφοντα σωζομένου τοῦ Θησέως ἐπάρασθαι τὸ λευκόν, εἰ δὲ μή, τῷ μέλανι πλεῖν καὶ ἀποσημαίνειν τὸ πάθος.

ὁ δὲ Σιμωνίδης οὐ λευκόν φησιν εἶναι τὸ δοθὲν ὑπὸ τοῦ Αἰγέως, ἀλλὰ φοινίκεον ἱστίον ὑγρῷ πεφυρμένον πρίνου ἄνθει ἐριθάλλου· καὶ τοῦτο τῆς σωτηρίας αὐτῶν ποιήσασθαι σημεῖον· ἐκυβέρνα δὲ τὴν ναῦν Ἀμαρσυάδας Φέρεκλος, ὥς φησι Σιμωνίδης.

φιλόχορος δὲ παρὰ Σκίρου φησὶν ἐκ Σαλαμῖνος τὸν Θησέα λαβεῖν κυβερνήτην μὲν Ναυσίθοον, πρωρέα δὲ Φαίακα, μηδέπω τότε τῶν Ἀθηναίων προσεχόντων τῇ θαλάττῃ· καὶ γὰρ εἶναι τῶν ἠϊθέων ἕνα Μενέσθην Σκίρου θυγατριδοῦν. μαρτυρεῖ δὲ τούτοις ἡρῷα Ναυσιθόου καὶ Φαίακος εἱσαμένου Θησέως Φαληροῖ πρὸς τῷ τοῦ Σκίρου ἱερῷ,[*](ἱερῷ bracketed by Bekker (near that of Scirus).) καὶ τὴν ἑορτὴν τὰ Κυβερνήσιά φασιν ἐκείνοις τελεῖσθαι.