Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν
  2. καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.
  1. δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.
  1. ἅλις, ὦ βιοτά· πέραινε,
  2. πρίν τινα συντυχίαν
  3. ἢ κτεάτεσσιν ἐμοῖς ἢ σώματι τῷδε γενέσθαι.
  1. φαγέδαιν’ ἀεί μου σάρκα θοινᾶται ποδός
  1. μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει·
  2. ἐν γῇ δ’ ὁ φόρτος, καὶ πάλιν ναυτίλλεται.
  1. ὁρᾶτε δ’ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν,
  2. θαυμάζεται δ’ ὁ πλεῖστον ἐν ναοῖς ἔχων
  3. χρυσόν. τί δῆτα καὶ σὲ κωλύει 〈λαβεῖν〉
  4. κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς;
  1. τί δῆτα θάκοις μαντικοῖς ἐνήμενοι
  2. σαφῶς διόμνυσθ’ εἰδέναι τὰ δαιμόνων;
  3. οὐ τῶνδε χειρώνακτες ἄνθρωποι λόγων·
  4. ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι,
  5. οὐδέν τι μᾶλλον οἶδεν ἢ πείθειν λέγων.
  1. ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ
  2. αἰσχρὸν σιωπᾶν, βαρβάρους δ’ ἐᾶν λέγειν.
  1. λέξω δ’ ἐγώ, κἄν μου διαφθείρας δοκῇ
  2. λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι·
  3. ἀλλ’ ἐξ ἐμοῦ γὰρ τἀμὰ μαθήσῃ κλύων,
  4. ὃ δ’ αὐτὸς αὑτὸν ἐμφανιεῖ σοι λέγων.
  1. πατρὶς καλῶς πράσσουσα τὸν τυχόντ’ ἀεὶ
  2. μείζω τίθησι, δυστυχοῦσα δ’ ἀσθενῆ.
  1. ὥσπερ δὲ θνητὸν καὶ τὸ σῶμ’ ἡμῶν ἔφυ,
  2. οὕτω προσήκει μηδὲ τὴν ὀργὴν ἔχειν
  3. ἀθάνατον ὅστις σωφρονεῖν ἐπίσταται.
  1. φεῦ, μήποτ’ εἴην ἄλλο πλὴν θεοῖς φίλος
  2. ὡς πᾶν τελοῦσι, κἂν βραδύνωσιν χρόνῳ.
  1. ἀπέπνευσεν αἰῶνα
  1. αἱρεῖς