Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ
  2. βρότειον εὐλογήσομεν.
  3. τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα,
  4. διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς,
  5. ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν.
  6. ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ
  7. τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές·
  8. νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος.
  9. τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν
  10. ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.
  1. οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια,
  2. παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν.