Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὐ γάρ τις οὕτω παῖδας εὖ παιδεύσεται,
  2. ὥστ’ ἐκ πονηρῶν μὴ οὐ κακοὺς πεφυκέναι.
  1. 〈A.〉 χρυσοῦ σὲ πλήθει, τούσδε δ’ οὐ χαίρειν χρεών;
  2. 〈B.〉 σκαιὸν τὸ πλουτεῖν κἄλλο μηδὲν εἰδέναι.
  1. ὅστις δὲ λύπας φησὶ πημαίνειν βροτούς,
  2. δεῖν δ’ ἀγχονῶν τε καὶ πετρῶν ῥίπτειν ἄπο,
  3. οὐκ ἐν σοφοῖσιν ἔστιν, εὐχέσθω δ’ ὅμως
  4. ἄπειρος εἶναι τῆς νόσου ταύτης ἀεί.
  1. λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους.
  1. μέλλων τ’ ἰατρὸς τῇ νόσῳ διδοὺς χρόνον
  2. ἰάσατ’ ἤδη μᾶλλον ἢ τεμὼν χρόα.
  1. οὐ χρή ποτ’ ὀρθαῖς ἐν τύχαις βεβηκότα
  2. ἕξειν τὸν αὐτὸν δαίμον’ εἰς ἀεὶ δοκεῖν·
  3. ὁ γὰρ θεός πως, εἰ θεόν σφε χρὴ καλεῖν,
  4. κάμνει ξυνὼν τὰ πολλὰ τοῖς αὐτοῖς ἀεί.
  5. θνητῶν δὲ θνητὸς ὄλβος· οἱ δ’ ὑπέρφρονες
  6. καὶ τῷ παρόντι τοὐπιὸν πιστούμενοι
  7. ἔλεγχον ἔλαβον τῆς τύχης ἐν τῷ παθεῖν.
  1. βέβαια δ’ οὐδεὶς εὐτυχεῖ θνητὸς γεγώς.
  1. θνητὸς γὰρ ὢν καὶ θνητὰ πείσεσθαι δόκει·
  2. 〈ἢ〉 θεοῦ βίον ζῆν ἀξιοῖς ἄνθρωπος ὤν;
  1. πάντων ἄριστον μὴ βιάζεσθαι θεούς,
  2. στέργειν δὲ μοῖραν· τῶν ἀμηχάνων δ’ ἔρως
  3. πολλοὺς ἔθηκε τοῦ παρόντος ἀμπλακεῖν.
  1. πέπονθας οἷα χἅτεροι πολλοὶ βροτῶν·
  2. τὰς γὰρ παρούσας οὐχὶ σῴζοντες τύχας
  3. ὤλοντ’ ἐρῶντες μειζόνων ἀβουλίᾳ.
  1. ἀνδρῶν τάδ’ ἐστὶν ἐνδίκων τε καὶ σοφῶν,
  2. κἀν τοῖς κακοῖσι μὴ τεθυμῶσθαι θεοῖς.
  1. οὐκ ἔστι λύπης ἄλλο φάρμακον βροτοῖς
  2. ὡς ἀνδρὸς ἐσθλοῦ καὶ φίλου παραίνεσις·
  3. ὅστις δὲ ταύτῃ τῇ νόσῳ ξυνὼν ἀνὴρ
  4. μέθῃ ταράσσει καὶ γαληνίζει φρένα,
  5. παραυτίχ’ ἡσθεὶς ὕστερον στένει διπλᾶ.
  1. ὦ γῆρας, οἵαν ἐλπίδ’ ἡδονῆς ἔχεις,
  2. καὶ πᾶς τις εἰς σὲ βούλετ’ ἀνθρώπων μολεῖν·
  3. λαβὼν δὲ πεῖραν, μεταμέλειαν λαμβάνει,
  4. ὡς οὐδὲν ἔστι χεῖρον ἐν θνητῷ γένει.
  1. τύμβῳ γὰρ οὐδεὶς πιστὸς ἀνθρώπων φίλος.