Rhesus
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.
- καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
- ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·
- Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
- εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος
- πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι