Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι
  2. τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους.
  3. καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε
  4. ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ;
  5. δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας,
  6. μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ·