Rhesus

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα
  2. οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι
  3. ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
  4. ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
  5. ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
  6. τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν.