Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ—
  2. χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
  3. χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
Χορός
  1. δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
  2. πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.
Ἀχιλλεύς
  1. ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·
  2. ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν
  3. μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
  4. λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν