Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη.
- οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω.
- εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.
- σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;
- δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.
- οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;
- μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.
- κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
- Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος.