Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
  2. μένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς,
  3. Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοι
  4. λέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον
  5. ἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;
  6. δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν,
  7. τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.
Κλυταιμήστρα
  1. ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων
  2. τῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων.
Ἀχιλλεύς
  1. ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ
  2. γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;
Κλυταιμήστρα
  1. οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος
  2. προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν.
Ἀχιλλεύς
  1. τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον,
  2. γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
Κλυταιμήστρα
  1. Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
  2. ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.
Ἀχιλλεύς
  1. καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
  2. αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
Κλυταιμήστρα
  1. μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ