Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε
  2. θάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδας
  3. ἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρως
  4. τῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν.
  5. τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,
  6. ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.
  7. γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
  8. μένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς,
  9. Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοι