Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.
Χορός
  1. Πέργαμον δὲ Φρυγῶν πόλιν
  2. λαΐνους περὶ πύργους
  3. κυκλώσας Ἄρει φονίῳ,
  4. λαιμοτόμου κεφαλᾶς
  5. σπάσας Πάριν Ἀτρεΐδας,
  6. πέρσας κατάκρας πόλιν,
  7. θήσει κόρας πολυκλαύτους
  8. δάμαρτά τε Πριάμου.
  9. ἁ δὲ Διὸς Ἑλένα κόρα
  10. πολύκλαυτος ἑδεῖται
  11. πόσιν προλιποῦσα.
  12. μήτʼ ἐμοὶ
  13. μήτʼ ἐμοῖσι τέκνων τέκνοις
  14. ἐλπὶς ἅδε ποτʼ ἔλθοι,
  15. οἵαν αἱ πολύχρυσοι
  16. Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
  17. στήσουσι παρʼ ἱστοῖς
  18. μυθεῦσαι τάδʼ ἐς ἀλλήλας·
  19. Τίς ἄρα μʼ εὐπλοκάμου κόμας