Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών,
  2. ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
  3. ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.
Χορός
  1. —μάκαρες οἳ μετρίας θεοῦ
  2. μετά τε σωφροσύνας μετέ-
  3. σχον λέκτρων Ἀφροδίτας,
  4. γαλανείᾳ χρησάμενοι
  5. μανιάδων οἴστρων, ὅθι δὴ
  6. δίδυμʼ Ἔρως ὁ χρυσοκόμας