Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.
  2. οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
  3. ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.
  4. ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
  5. πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
  6. ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.
  7. καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
  8. ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
  9. ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου