Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ Πανελλήνων ἄναξ,
- Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
- ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
- μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
- καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
- χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
- ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
- κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
- αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην