Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός.
  2. πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε,
  3. λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ
  4. καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα.
  5. ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω·
  6. ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
  7. λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον·
  8. ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,
  9. σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε