Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων.
  2. ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
  3. λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν·
  4. ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί,
  5. κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν.
  6. πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς,
  7. τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
  8. βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός,
  9. ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος