Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες,
  2. παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
  3. Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.
  4. κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
  5. προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
  6. ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν
  7. Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον.
Ἰφιγένεια
  1. ἄγετέ με τὰν Ἰλίου
  2. καὶ Φρυγῶν ἑλέπτολιν.