Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν,
  2. τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
  3. τοῖσι δὲ μέλλειν.
  4. ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον
  5. ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
  6. ἀνδράσιν ἀνευρεῖν.
  7. ἰὼ ἰώ,
  8. μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα
  9. Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.