Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.
- τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς,
- ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους;
- φεῦ·
- τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
- ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
- κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
- τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
- σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.