Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος
- Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
- ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται.
- Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων
- ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους
- οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
- τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
- ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·
- ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,